«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 23 Ιανουαρίου 2021

Τοῦ Ὁσίου Διονυσίου τοῦ ἐν Ὀλύμπῳ

 


 

 

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τοῦ Ὀλύμπου οἰκήτωρ Πιερίας ἀγλάϊσμα, 

καὶ τῆς ἐπωνύμου Μονῆς σου ἱερὸν περιτείχισμα, 

ἐδείχθης Διονύσιε σοφέ, βιώσας ὥσπερ Ἄγγελος ἐν γῇ, 

καὶ παρέχεις τὴν σὴν χάριν τοῖς εὐλαβῶς, 

προστρέχουσι τῇ σκέπῃ σου. 

Δόξα τῷ δεδωκότι σοι ἰσχύν, 

δόξα τῷ σὲ στεφανώσαντι, 

δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.



Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐγκρατείας σκάμμασι Πάτερ ἐκλάμψας, 

τοῦ Ἁγίου Πνεύματος, ὤφθης δοχεῖον καθαρόν, 

Πάτερ σοφὲ Διονύσιε, 

πταισμάτων λύσιν ἡμῖν ἐξαιτούμενος.


Μεγαλυνάριον.
Λάμψας ἐν Ὀλύμπῳ ἀσκητικῶς, 

θαυμάτων ἀκτῖσι, καταυγάζεις ὡς ἀληθῶς, 

πᾶσαν Πιερίαν, πιστῶς ἀνευφημοῦσαν, 

θεόφρον Διονύσιε, τοὺς ἀγῶνάς σου.

 

Πηγή: synaxarion.gr

Δεν υπάρχουν σχόλια: