«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 13 Φεβρουαρίου 2021

Ψαλμὸς 3ος - Ἅγιος Προφητάναξ Δαυίδ

 

Προφητάναξ Δαυΐδ καὶ Ἀβεσσαλώμ

 

Ψαλμὸς τῷ Δαυΐδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου ᾿Αβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ - 

2 ΚΥΡΙΕ, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ· 

3 πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα). 

4 σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. 

5 φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. (διάψαλμα). 

6 ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. 

7 οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. 

8 ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. 

9 τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

 

 Ἅγιος Προφητάναξ Δαυίδ 

Πηγή: Παλαιά Διαθήκη & myriobiblos.gr

Δεν υπάρχουν σχόλια: