«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 13 Φεβρουαρίου 2021

Τῶν Ἁγίων Ἀποστόλων καὶ συζύγων Ἀκύλα καὶ Πρίσκιλλας

 


Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὴν ἱερὰν ξυνωρίδα καὶ ὁμογνώμονα, 
τοὺς Ἀθλητὰς Κυρίου, καὶ σοφοὺς Ἀποστόλους, 
Ἀκύλαν ἀνυμνήσωμεν τὸν κλεινόν, 
καὶ τὴν πάνσεμνον Πρίσκιλλαν,
 ὡς καθαιρέτας τῆς πλάνης καὶ ἀκλινεῖς, 
πρεσβευτὰς ἡμῶν πρὸς Κύριον.

Τὸν θεοῤῥήμονα Παῦλον ξεναγωγήσαντες, 
καὶ παρ’ αὐτοῦ τὰ θεῖα, ἱερῶς μυηθέντες, 
Ἀπόστολοι καὶ μύσται καὶ λειτουργοί, 
τοῦ Χριστοῦ ἀνεδείχθητε, 
μάκαρ Ἀκύλα καὶ Πρίσκιλλα ἡ σεμνή, 
συζυγία ὑπερθαύμαστε.

Συγκακουχούμενοι Παύλῳ ἐν τῷ κηρύγματι, 
συνοδοιπόροι τούτου, καὶ διάκονοι θεῖοι, 
Ἀκύλα τε καὶ Πρίσκιλλα οἱ σεπτοί, 
ἀληθῶς καθωράθητε· 
ὅθεν σὺν τούτῳ στεφάνων καὶ ἀμοιβῶν, 
κατ’ ἀξίαν ἠξιώθητε.

Μαρτυρικῶς τὸν ἀγῶνα διατελέσαντες, 
ὡς καθαραὶ θυσίαι, τῇ Ἁγίᾳ Τριάδι, 
προσήχθητε τμηθέντες τὰς κεφαλάς, 
θεοφόροι Ἀπόστολοι· 
ἀλλ’ ἐκτενῶς δυσωπεῖτε ὑπὲρ ἡμῶν, 
τῶν τιμώντων ὑμᾶς Ἅγιοι.


Δόξα. Ἦχος πλ. α΄.
Ὦ συζυγία ἐκλεκτή, οἱ τῷ σκεύει τῆς ἐκλογῆς οἰκεῖοι, 
τίς ὑμᾶς ἀξίως ὑμνήσει; 
ὑμεῖς γὰρ τῷ θείῳ Παύλῳ μαθητεύσαντες,
 καὶ συνδεθέντες αὐτῷ δεσμοῖς ἀῤῥήκτοις τῆς πίστεως, 
συνεργοὶ αὐτοῦ ἐδείχθητε, ἐν τῷ Εὐαγγελίῳ τῆς εἰρήνης, 
τὰς ψυχὰς ἡμῶν προθέμενοι, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ. 
Οὗ τὰ στίγματα βαστάσαντες ἐν τῷ σώματι, 
τῶν αἰωνίων ἀγαθῶν ἠξιώθητε, 
κατ’ ἀξίαν δοξασθέντες· 
ἀλλ’ ὦ Ἀκύλα καὶ Πρίσκιλλα, Ἀπόστολοι ἀξιαγάπητοι, 
πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, 
παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, 
Παρθένε πάνσεμνε, 
δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, 
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, 
Ἥλιος ὑπάρχων δικαιοσύνης, 
φωτίσαι θέλων οὓς ἔπλασε, 
κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. 
Διὸ Πανύμνητε,
 ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, 
ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
 

Μεγαλυνάριον.
Χαίροις Ἀποστόλων ἡ ξυνωρίς, 
Ἀκύλα θεόφρον, καὶ ἡ Πρίσκιλλα ἡ σεμνή, 
οἱ τὸν Θεὸν Λόγον, κηρύξαντες τοῖς πᾶσι, 
καὶ μαρτυρίου στέφος, ἀναδησάμενοι.
 
 
 Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης
 
Πηγή:  akolouthiesorthodox.blogspot.com
 

Δεν υπάρχουν σχόλια: