Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πορφυρίου, Ἐπισκόπου Γάζης.
Στίχοι
Ὤ τὶς παρέλθῃ, τὶς δὲ καὶ παραδράμῃ
Τὸν Πορφύριον, κἂν παρῆλθεν ἐκ βίου;
Πορφυρίοιο νέκυν κρύψε χθὼν εἰκάδι ἕκτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Φωτεινῆς τῆς Σαμαρείτιδος, ᾗ ὡμίλησεν ὁ Χριστὸς ἐν τῷ φρέατι, καὶ τῶν σὺν αὐτῇ.
Στίχοι
Ῥίπτουσι τὴν σὴν Σαμαρεῖτιν εἰς φρέαρ,
Τὴν εἰς φρέαρ σοι συλλαλήσασαν Λόγε.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Φωτώ, ἡ ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται.
Στίχοι
Φερνὴν ταλάντων μυρίων ἀνταξίαν,
Φωτὼ φέρει σοι τὴν κάραν φώτων Πάτερ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Φωτίς, ἡ ἑτέρα ἀδελφὴ αὐτῆς, εἰς δύο προσδεθεῖσα δένδρα, καὶ διαμερισθεῖσα, τελειοῦται.
Στίχοι
Δώσεις ἔπαθλον δενδροάθλῳ Φωτίδι,
Δενδρῶνα τερπνὸν τῆς Ἐδὲμ Θεοῦ Λόγε.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἁγία Παρασκευή, ἡ ἑτέρα ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται.
Στίχοι
Ἡ Παρασκευὴ πρὸς ξίφος τὸν αὐχένα,
Ἕτοιμον εἶχε καὶ παρεσκευασμένον.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Κυριακή, ἑτέρα ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται.
Στίχοι
Ἐκ Κυριακῆς οὐδὲ τοῦ ξίφους φόβος,
Τοῦ Κυρίου τὸν θεῖον ἐκβάλλει φόβον.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Μάρτυς Ἰωσῆς, ὁ υἱὸς τῆς Ἁγίας Φωτεινῆς, ξίφει τελειοῦται.
Στίχοι
Τομεὺς τραχήλων ἐξεγύμνου τὸ ξίφος,
Ἰωσῆ δὲ τράχηλος οὐ φρίττει ξίφος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Φωτεινός, ὁ ἕτερος υἱὸς αὐτῆς, ξίφει τελειοῦται.
Στίχοι
Τὶς οὗτος ἀτμὸς ἐκ ζεόντων αἱμάτων;
Φωτεινὸς ἄρτι Μάρτυς ἐτμήθη κάραν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Σεβαστιανὸς ὁ Δοὺξ ξίφει τελειοῦται.
Στίχοι
Σεβαστιανῷ τοῦτον εἴπω τὸν λόγον.
Σεβάζομαί σε, τὴν κάραν τετμημένον.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Φεβρουαρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου