Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΛΑ' τοῦ μηνός, Ἡ Ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος Ὑπατίου, Ἐπισκόπου Γαγγρῶν.
Στίχοι
Κτείνει γυνὴ βαλοῦσα καιρίαν λίθῳ,
Τὸν Ὑπάτιον· φεῦ γυναικὶ ἀθλίᾳ!
Πρώτῃ Ὑπατίῳ βιότου πέρας ἐν τριακοστῇ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἀκακίου, Ἐπισκόπου Μελιτηνῆς τοῦ Ὁμολογητοῦ.
Στίχοι
Ἀκακίῳ θνῄσκοντι τῷ γῆς Ἀγγέλῳ,
Χώραν ἑτοιμάζουσιν Ἄγγελοι πόλου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, τῶν ἐν Περσίδι μαρτυρησάντων,
Αὐδᾶ Ἐπισκόπου, Βενιαμὶν Διακόνου, καὶ τῶν σὺν αὐτοῖς ἐννέα Μαρτύρων,
καὶ ἄλλων πολλῶν Ἁγίων, τῶν εἰς φυλακὴν βληθέντων, καὶ ὑπὸ μυῶν καὶ
γαλῶν, τῶν συγκλεισθέντων αὐτοῖς, βιβρωσκομένων.
Στίχοι
Αὐδᾶς, ἐνισχύοντος ὑψίστου Λόγου,
Καθεῖλεν ἰσχὺν δυσσεβῶν, τμηθεὶς κάραν.
Ἀθλητικῷ κλυστῆρι, τῷ πάλῳ λέγω,
Πᾶν Βενιαμὶν ψυχικὸν κενοῖ βάρος.
Ἐν τοῖς ὄνυξι κάλαμον δεδεγμένοι,
Σφᾶς Μάρτυρας γράφουσιν ἄνδρες ἐννέα.
Ζῴων ταμεῖα Μαρτύρων τὰ σαρκία,
Μῦς ἐτρέφοντο, καὶ γαλαῖ ἐν τῷ βόθρῳ.
Ὁ ἅγιος Μάρτυς Μένανδρος κατὰ πετρῶν γυμνὸς συρόμενος τελειοῦται.
Ὁ Ὅσιος πατὴρ ἡμῶν Βλάσιος, ὁ ἐν τῇ πόλει Ἀμορίου γεννηθείς, ἐν εἰρήνῃ τελειοῦται.
Οἱ Ἅγιοι τριάκοντα ὀκτὼ Μάρτυρες, συγγενεῖς ὄντες, ξίφει τελειοῦνται.
Ὁ Ὅσιος πατὴρ ἡμῶν Στέφανος ὁ θαυματουργὸς ἐν εἰρήνῃ τελειοῦται.
Ὧν ταῖς πρεσβείαις Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Πηγή: glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου