«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 9 Μαρτίου 2021

Τῶν Ἁγίων Τεσσαράκοντα Μαρτύρων

 


Ἀπόστιχα. Δοξαστικὸν. Ἦχος πλ. β'
 

Ἐν ᾠδαῖς ᾀσμάτων εὐφημήσωμεν πιστοί, 

τοὺς ἀθλοφόρους τεσσαράκοντα Μάρτυρας, 

καὶ πρὸς αὐτοὺς μελῳδικῶς ἐκβοήσωμεν λέγοντες· 

Χαίρετε ἀθλοφόροι τοῦ Χριστοῦ, 

Ἡσύχιε, Μελίτων, Ἡράκλειε, Σμάραγδε καὶ Δόμνε, 

Εὐνοϊκὲ Οὐάλη καὶ Βιβιανέ, Κλαύδιε καὶ Πρίσκε, 

Χαίρετε Θεόδουλε Εὐτύχιε καὶ Ἰωάννη, 

Ξανθία Ἡλιανὲ Σισίνιε, Κυρίων Ἀγγία, 

Ἀέτιε καὶ Φλάβιε, 

Χαίρετε Ἀκάκιε, Ἐκδίκιε, Λυσίμαχε, Ἀλέξανδρε, 

Ἠλία καὶ Καύδιδε, Θεόφιλε Δομετιανέ καὶ Θεῖε Γάϊε Γοργόνιε, 

Χαίρετε Εὐτυχές καὶ Ἀθανάσιε, Κύριλλε καὶ Σαρκεδών, 

Νικόλαε καὶ Οὐαλέριε, Φιλοκτῆμον, Σεβηριανέ, 

Χουδίων καὶ Ἀγλάϊε. 

Ὡς ἔχοντες παρρησίαν πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, 

Μάρτυρες παναοίδιμοι, αὐτὸν ἐκτενῶς πρεσβεύσατε, 

τοῦ σωθῆναι τοὺς ἐν πίστει ἐκτελοῦντας, 

τὴν πανσέβαστον μνήμην ὑμῶν.
 

 

Θεοτοκίον. Ἦχος πλ. β'
 

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, 

ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. 

Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, 

μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων,

 ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. 

 

Πηγές:  Μηναῖον Μαρτίου &  glt.goarch.org

Δεν υπάρχουν σχόλια: