«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 24 Απριλίου 2021

Τοῦ Ἁγίου Λαζάρου τοῦ τετραημέρου, τοῦ φίλου τοῦ Χριστοῦ

 

 

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
 

Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ πρὸ τῶν Βαΐων, ἑορτάζομεν τὴν Ἔγερσιν τοῦ ἁγίου καὶ δικαίου, φίλου τοῦ Χριστοῦ, Λαζάρου τοῦ τετραημέρου.
 

Στίχοι
 

Θρηνεῖς Ἰησοῦ, τοῦτο θνητῆς οὐσίας.
Ζωοῖς φίλον σου, τοῦτο θείας Ἰσχύος.


Ταῖς τοῦ σοῦ φίλου Λαζάρου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν. 

 

 Κανών β', ᾨδὴ δ', τοῦ Λαζάρου.Ἦχος πλ. δ'. Σύ μου ἰσχύς, Κύριε ΤΟ ΑΚΟΥΤΕ
 

Σὺ ὡς ποιμήν, ἥρπασας Σῶτερ τὸν ἄνθρωπον, 

τὸν φθαρέντα, ἤδη τετραήμερον, δημιουργέ, 

λύκου ἐκ δεινοῦ, ὄντως καὶ παμφάγου, 

ὡς δυνατός τε καὶ Κύριος, 

ἐν τούτῳ, προδεικνύων, τὴν παγκόσμιον δόξαν, 

τῆς σῆς νῦν τριημέρου Ἐγέρσεως.

 

Σὲ τὴν ζωήν, βλέπουσαι αἱ περὶ Μάρθαν Χριστέ, ἀνεβόων· 

Εἰ ᾖς ᾧδε Κύριε, ὁ φωτισμός, πάντων καὶ ζωή,

 ὅλως οὐ τεθνήκει, νεκρὸς οὐκ ὤφθη ὁ Λάζαρος,

 ζωὴ δὲ τῶν θανέντων, σύ, φιλάνθρωπε πέλων, 

εἰς χαρὰν μετατρέπεις τὸ πένθος αὐτῶν. 



Σὲ τὴν πηγήν, φρίττουσι Κύριε ἄβυσσοι, σοὶ δουλεύει,

ἡ ὑγρὰ ἡ σύμπασα, σὲ πυλωροί, τρέμουσι Χριστέ, 

ᾍδου δὲ τὰ κλεῖθρα, τῷ κράτει σου διαλύονται, 

Λαζάρου ἀναστάντος, ἐκ νεκρῶν τῇ φωνῇ σου, 

παντοδύναμε Σῶτερ φιλάνθρωπε.
 

Θεοτοκίον

Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, 

σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, 

τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν σου, 

ἐντεύξεις φέρεις πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, 

τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας.
 

Καταβασία

«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, 

σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, 

ὁ πατρικοὺς κόλπους μὴ λιπών,

 καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· 

 διὸ σύν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω· 

τῇ δυνάμει σου δόξα Φιλάνθρωπε». 

 

Πηγή: Μηναῖον & glt.goarch.org

 

 


Δεν υπάρχουν σχόλια: