«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 25 Απριλίου 2021

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τῶν Βαΐων


 

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τῶν Βαΐων, τὴν λαμπρὰν καὶ ἔνδοξον πανήγυριν τῆς εἰς Ἱερουσαλὴμ εἰσόδου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν.
 

Στίχοι
Πώλῳ καθίσας, ὁ λόγῳ τείνας πόλον,
Βροτοὺς ἐκζητεῖ λῦσαι τῆς ἀλογίας.

Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, νικητὰς ἡμᾶς τῶν παραλόγων παθῶν ποίησον, καὶ τὴν σὴν ἐναργῆ κατὰ θανάτου νίκην, τὴν φαιδράν σου καὶ ζωηφόρον Ἀνάστασιν ἰδεῖν καταξίωσον, καὶ ἐλέησον ἡμᾶς.

 

Κανών α', ᾨδὴ η'. Ἦχος δ'. Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

 
«Εὐφράνθητι Ἱερουσαλήμ, πανηγυρίσατε οἱ ἀγαπῶντες Σιών· 

ὁ βασιλεύων γὰρ εἰς τοὺς αἰῶνας, 

Κύριος τῶν Δυνάμεων ἦλθεν, 

εὐλαβείσθω πᾶσα ἡ γῆ, 

ἐκ προσώπου αὐτοῦ, καὶ βοάτω·

 Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον».


Νέον πῶλον ἐπιβεβηκώς,

 ὁ Βασιλεύς σου Σιών, ἐπέστη Χριστός· 

τὴν γὰρ ἀλόγιστον, εἰδώλων πλάνην λῦσαι, 

καὶ τὴν ἀκάθεκτον ὁρμὴν ἀναστεῖλαι, 

πάντων ἐθνῶν παραγέγονεν, εἰς τὸ μέλπειν· 

Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.


Ὁ Θεός σου, χαῖρε Σιὼν σφόδρα,

 ἐβασίλευσεν εἰς τοὺς αἰῶνας Χριστός, 

οὗτος ὡς γέγραπται πραΰς, καὶ σώζων, 

δίκαιος λυτρωτὴς ἡμῶν ἦλθεν, ἐπὶ πώλου, 

ἵππειον θράσος ὀλέσων ἐχθρῶν, μὴ βοώντων· 

Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.


Σπανίζεται θείων περιβόλων, 

τὸ παράνομον συνέδριον ἀπειθῶν, 

τὸν προσευχῆς Θεοῦ ἐπεί περ οἶκον, 

σπήλαιον ἀπειργάσατο λῃστῶν,

 ἐκ καρδίας τὸν Λυτρωτὴν ἀπωσάμενον, ᾧ βοῶμεν· 

Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
 

Καταβασία

 
«Εὐφράνθητι Ἱερουσαλήμ, πανηγυρίσατε οἱ ἀγαπῶντες Σιών· 

ὁ βασιλεύων γὰρ εἰς τοὺς αἰῶνας, Κύριος τῶν Δυνάμεων ἦλθεν, 

εὐλαβείσθω πᾶσα ἡ γῆ, ἐκ προσώπου αὐτοῦ, καὶ βοάτω· 

Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον». 

 

Πηγή: Μηναῖον & glt.goarch.org

 

 

 

Δεν υπάρχουν σχόλια: