Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Παρασκευῇ τῆς Διακαινησίμου, ἑορτάζομεν τὰ ἐγκαίνια τοῦ ναοῦ τῆς
ὑπεραγίας Δεσποίνης ἡμῶν καὶ θεομήτορος, τῆς Ζωηφόρου Πηγῆς, ἔτι δὲ καὶ
μνείαν ποιούμεθα τῶν ἐν τούτῳ τελεσθέντων ὑπερφυῶν θαυμάτων παρὰ τῆς
Θεομήτορος.
Στίχοι
Μάννα Σιλωάμ, καὶ Στοὰν Σολομῶντος
Πηγὴν Κόρη σὴν ἐμφανῶς πᾶς τις βλέπει.
Ταῖς τῆς σῆς Μητρὸς πρεσβείαις, Χριστε ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀνάστασιν
Χριστοῦ θεασάμενοι,
προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον.
Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν,
καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν.
ὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν,
τὸ ὄνομά σου ὀνομάζομεν.
Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν
τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν·
ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ.
Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον,
ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ·
Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς,
θανάτῳ θάνατον ὤλεσεν. γ'
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου
καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν
τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. γ'.
Κανών α', ᾨδὴ ζ', τοῦ Πάσχα.Ἦχος α'.Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος,
γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός,
καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν,
ὁ μόνος
εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».
Γυναῖκες μετὰ μύρων
θεόφρονες,
ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν,
μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν,
καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.
Θανάτου ἑορτάζομεν νέκρωσιν,
ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τ
ῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον,
τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
Ὡς ὄντως ἱερὰ καὶ πανέορτος,
αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής,
τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος,
ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.
Ἐξαποστειλάριον τῆς Θεοτόκου. Ἦχος β'. Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Πηγὴ ὑπάρχεις ἀληθῶς, ὕδατος ζῶντος Δέσποινα·
ἐκπλύνεις οὖν νοσήματα, ψυχῶν σωμάτων χαλεπά,
ἐν τῇ προσψαύσει μόνη σου ὕδωρ τῆς σωτηρίας,
Χριστὸν ἡ προχέουσα.
Πηγή: glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου