Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ αὐτῇ ἡμέρᾳ, Δευτέρᾳ τῆς Πεντηκοστῆς, αὐτὸ τὸ πανάγιον, καὶ
ζωοποιόν, καὶ παντοδύναμον ἑορτάζομεν Πνεῦμα, τὸν ἕνα τῆς Τριάδος Θεόν,
τὸ ὁμότιμον, καὶ ὁμοούσιον, καὶ ὁμόδοξον τῷ Πατρὶ καὶ τῷ Υἱῷ.
Στίχοι
Πᾶσα πνοή, δόξαζε Πνεῦμα Κυρίου,
Δι' οὗ πονηρῶν πνευμάτων φροῦδα θράση.
Τῇ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος, πρεσβείαις τῶν Ἀποστόλων σου, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τῆς Πεντηκοστῆς
Ἦχος βαρὺς
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον
μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς
τῶν Πατέρων ἡμῶν».
Ῥητορευόντων τὰ θεῖα μεγαλεῖα τῶν Ἀποστόλων,
τοῦ Πνεύματος ἡ ἐνέργεια, ἐνομίζετο μέθη τοῖς ἀπιστοῦσι, δι' ἧς Τριὰς
γνωρίζεται, εἷς Θεὸς τῶν Πατέρων ἡμῶν.
Τὴν ἀδιαίρετον φύσιν
ὀρθοδόξως θεολογοῦμεν· Θεὸν Πατέρα τὸν ἄναρχον, τῆς αὐτῆς ἐξουσίας Λόγον
καὶ Πνεῦμα· Εὐλογητὸς εἶ, κράζοντες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Κανών β', ᾨδὴ ζ', τῆς Πεντηκοστῆς
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,
Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.
Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,
Σεβασμιάζει τοῦ βοᾶν· Τριὰς μόνη,
Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ».
Φωνὴν προφητόφθεγκτον ἠγνοηκότες,
Ἔφασκον οἰνότευκτον ἄφρονες μέθην.
Ῥήσεις ξενηκούσθησαν ὡς Ἀποστόλων.
Οἱ εὐσεβεῖς δέ, σοὶ βοῶμεν ἐνθέως.
Νεουργὲ τοῦ σύμπαντος, εὐλογητὸς εἶ.
Θέσπιν κατεβρόντησεν ὁ βλέπων ὄπα,
Ἔνθους Ἰωὴλ τοῦ θεαρχικωτάτου
Οἷς ἐκχεῶ, φήσαντος οἷά περ Λόγου,
Τοῦ Πνεύματός μου, συμβοήσουσι· Φύσις,
Ἡ τρισσοφεγγόφωτος, εὐλογητὸς εἶ.
Τριττὴ μὲν εὐμοίρησεν ὡρῶν τὴν χάριν,
Ὅπως ὑπεμφήνειε τρεῖς ὑποστάσεις,
Σέβειν ἐν ἁπλότητι τῆς ἐξουσίας,
Ἀλλ' ἐν μιᾷ νῦν ἡμερῶν τῇ Κυρίᾳ,
Υἱὸς Πατήρ, καὶ Πνεῦμα, εὐλογητὸς εἶ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου