«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 29 Ιουνίου 2021

Tῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

  


 

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

 
Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.
 

Στίχοι
- Σταύρωσις εἷλε κήρυκα Χριστοῦ Πέτρον,
- Τομὴ δὲ Παῦλον, τὸν τεμόντα τὴν πλάνην.
- Τλῆ ἐνάτῃ Σταυρὸν Πέτρος εἰκάδ' ἄορ δέ γε Παῦλος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου Πέτρου.
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὁ ἐν ἀρχῇ ἄναρχος Λόγος,
σὺν Πατρὶ καὶ τῷ Πνεύματι, Υἱὸς μονογενής,
εὐλογημένος εἶ καὶ ὑπερυψούμενος,
ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».

Τὸ συμπαθὲς θείᾳ προνοίᾳ, τοῦ Χριστοῦ παιδευόμενος, ἐκμιμεῖσθαι συγχωρῇ, τὸ πρὸ τοῦ πάθους Πέτρε τῆς ἀρνήσεως, ὑποστῆναι κλυδώνιον.

Σοὶ ὁ Χριστὸς πρώτῳ κληθέντι, καὶ σφοδρῶς ἀγαπήσαντι, ὡς προέδρῳ εὐκλεῶς, τῶν Ἀποστόλων, πρώτῳ ἐμφανίζεται, ἀναστὰς ἐκ τοῦ μνήματος.

Σοῦ τὸ τρισσὸν τῆς πρὸ τοῦ πάθους, ἐξαλείφων ἀρνήσεως, ὁ Δεσπότης τῷ τρισσῷ τῆς θεοφθόγγου ἐρωτήσεως, βεβαιοῖ τὴν ἀγάπησιν.

Τῆς πρὸς Χριστὸν Πέτρε φιλίας, προετίθεσο μάρτυρα, τὸν τὰ πάντα ὡς Θεὸν εἰδότα Λόγον· ὅθεν καὶ τὸ φίλτατον, ἐγχειρίζει σοι ποίμνιον.

 

Θεοτοκίον
Τὴν ἐν γαστρὶ τὸν πρὸ αἰώνων, ἐκ Πατρὸς ἀνατείλαντα, Θεὸν Λόγον ἐν σαρκὶ συνειληφυῖαν, πάντες μακαρίσωμεν, ὡς Μητέρα τοῦ πάντων Θεοῦ.

Κανών β', ᾨδὴ ζ', τοῦ Ἁγίου Παύλου.
Ἦχος πλ. δ'
Ἐν πεδίῳ Δεειρᾷ ΤΟ ΑΚΟΥΤΕ
Ἐχρημάτισε Χριστέ, 

σφραγὶς καὶ στέφανος τῶν Ἀποστόλων σου, 

ὁ ἐπ' ἐσχάτων κληθεὶς τῶν χρόνων, 

σπουδῇ πάντας ὑπερβάλλων δέ, 

μεθ' οὗ ὁ λαὸς τῆς Ἐκκλησίας ψάλλει σοι, 

ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς Εὐλογητὸς εἶ.


Εἰ καὶ ἐδίωξε τὸ πρίν, 

τὴν Ἐκκλησίαν σου Παῦλος ὁ δέσμιος, 

ἀλλ' ὑπερέβη τὴν πάλαι τόλμαν, 

τῷ σῷ ζήλῳ τῷ ἐπ' ἐσχάτων· 

συνήγαγε γὰρ Χριστέ, τὰ ἔθνη κράζοντα· 

ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.


Σὺ ἐξ Ἱερουσαλὴμ κηρύξας, 

ἅπασι τὸ Εὐαγγέλιον, 

περιλαβων δὲ ἐν κύκλῳ πᾶσαν τὴν γῆν, 

μέχρι τερμάτων Παῦλε τοῦ Ἰλλυρικοῦ, 

διδάσκων ἀνεκραύγαζες· 

ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.


Ἐν ἐκστάσει ἐπαρθείς, 

τὸν τρίτον ἔφθασας πόλον Πανόλβιε,

 καὶ ἐπακούσας ἀρρήτων λόγων βοᾷς· 

Δόξα τῷ ἀνωτάτῳ Πατρί, 

καὶ τῷ Υἱῷ ἀπαυγάσματι συνθρόνῳ, 

τῷ ἐρευνῶντι σαφῶς Πνεύματι Θεοῦ τὰ βάθη.


Θεοτοκίον
Ὡς ἐπὶ πόκον ὑετός, 

ἐν σοὶ κατέβη Παρθένε Χριστὸς ὁ Θεός, 

καὶ σαρκοφόρος ἐκ σοῦ προῆλθεν, 

ἑνῶν τὰ πρὶν διεστηκότα, 

εἰρήνην ἐν γῇ, καὶ οὐρανῷ δωρούμενος,

 ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογημένος.

 
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, 

παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν· 

ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον·

 Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, 

καὶ Θεὸς εὐλογητὸς εἶ. 

 

Πηγή:  glt.goarch.org




Δεν υπάρχουν σχόλια: