«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 19 Ιουλίου 2021

Τῆς Ὁσίας Μακρίνης

 


 

 

Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Σοφίας ἔρωτι, τὸν νοῦν πτερώσασα, 

κόσμου εὐπάθειαν, ἐμφρόνως ἔλιπες, 

καὶ ἐνδιαίτημα τερπνὸν ἐγένου θείας ἀγάπης· 

σὺ γὰρ δι’ ἀσκήσεως, καὶ ἠθῶν τελειότητος, 

νύμφη ἐχρημάτισας, τοῦ Σωτῆρος περίδοξος· 

ᾧ πρέσβευε ὑπὲρ τῶν βοώντων· 

χαίροις Μακρίνα Θεοφόρε.

 


Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὡς φωτὸς ἀνάπλεως δικαιοσύνης, 

τύπος θείων πράξεων, καὶ ἀρετῶν μυσταγωγός, 

 ὤφθης τοῖς πίστει βοῶσί σοι· 

χαίροις Μακρίνα, παρθένων ἀγλάϊσμα.


Μεγαλυνάριον.
Ἤνθησας ἐκ ῥίζης περικλεοῦς,

 κλέος εὐσεβείας, γεωργοῦσα ἀπὸ παιδός· 

βίῳ γὰρ ἀμέμπτῳ, καὶ τρόποις ἐναρέτοις, 

Μακρίνα διαπρέπεις, ὡς καλλιπάρθενος.

 

Πηγή: synaxarion.gr  

 

 

Δεν υπάρχουν σχόλια: