Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ἡ
καλλιμάρτυς τοῦ Χριστοῦ Ἰουλίττα,
σὺν τριετεῖ ἀμνῷ αὐτῆς τῷ Κηρύκῳ,
δικαστικοῦ πρὸ βήματος παρέστησαν φαιδρῶς,
εὔτολμοι κηρύττοντες, τὴν χριστώνυμον κλῆσιν,
ἄμφω μὴ πτοούμενοι, ἀπειλὰς τῶν τυράνων·
καὶ στεφηφόροι νῦν ἐν οὐρανοῖς,
ἀγαλλιῶνται, Χριστῷ παριστάμενοι.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐν
ἀγκάλαις φέρουσα ἡ Χριστομάρτυς,
Ἰουλίττα Κήρυκον, ἐν τῷ σταδίῳ ἀνδρικῶς,
ἀγαλλομένη ἐκραύγαζε·
Χριστὸς ὑπάρχει Μαρτύρων τὸ καύχημα.
Μεγαλυνάριον.
Φέρουσα
ὡς ἄμπελος νοητή,
Κήρυκον τὸν θεῖον, Ἰουλίττα ἐν ταῖς χερσίν,
οἶνον εὐφροσύνης, ληνοῖς τοῦ μαρτυρίου,
βλυστάνετε τῷ κόσμῳ, ἐν θείῳ Πνεύματι.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου