Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Δόξαν
ῥέουσαν, ὑπεριδοῦσα,
νύμφη ἄμωμος, ὤφθης Κυρίου,
δι’ ἀσκήσεως Ὀσία ἐκλάμψασα·
ὡς οὖν Εἰρήνη τυχοῦσα τοῦ πόθου σου,
ἐν ὁμονοίᾳ ἡμᾶς διαφύλαττε,
ἀξιάγαστε, Χριστῷ τῷ Θεῷ πρεσβεύουσα,
δωρήσασθε ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τὴν
τοῦ κόσμου εὔκλειαν, καταλιποῦσα Ὁσία,
τῷ Χριστῷ νενύμφευσαι, τῷ Βασιλεῖ τῷ ἀφθάρτῳ,
κάλλεσι, τῆς παρθενίας λελαμπρυσμένη,
σκάμμασι, τῆς ἐγκρατείας πεποικιλμένη·
διὰ τοῦτό σε Εἰρήνη, ὁ σὸς Νυμφίος λαμπρῶς ἐδόξασε.
Μεγαλυνάριον.
Τῆς
Καππαδοκίας τὴν καλλονήν,
καὶ Χρυσοβαλάντου, ὀδηγίαν τὴν ἀσφαλῆ,
τὴν πηγὴν θαυμάτων, πηγάζουσαν τῷ κόσμῳ,
Εἰρήνην τὴν Ὁσίαν, ὕμνοις τιμήσωμεν.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου