Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς.
Στίχοι
Ἀφαῖς ἀΰλοις ἅπτεταί σου, Χριστέ μου,
Μή μου, πρὸς ἣν ἔφησας, ἅπτου, Μαρία.
Δευτερίῃ Μαρίη μύσεν εἰκάδι Μαγδαληνή.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας ὁσιομάρτυρος Μαρκέλλης.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ'
Ἦχος πλ. δ'
Παῖδες Ἑβραίων ΤΟ ΑΚΟΥΤΕ
Νόσους ἐδίωξας ποικίλας,
συνεργοῦντά σοι, τὸν Λόγον κεκτημένη,
ᾧ παρίστασαι νῦν, βοῶσα Μυροφόρε·
Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς
αἰῶνας.
Μόνη κατεῖδες πρὸ τῶν ἄλλων,
τὴν ζωὴν ἡμῶν, Χριστὸν ἐγηγερμένον,
κηπουρὸν δὲ αὐτόν, ὑπέλαβες βοῶσα·
Εὐλογητὸς εἶ Κύριε, ὁ
Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἔστησας
ῥύμην τοῦ θανάτου,
τὸν ἀθάνατον Θεὸν ὡς συλλαβοῦσα,
καὶ τεκοῦσα Ἁγνή, ᾧ πάντες μελῳδοῦμεν·
Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.
Κανών α', ᾨδὴ η'
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Λαμπροφανὴς ὁ βίος σου, ταῖς αὐγαῖς ἀστραπτόμενος, ὦ Μαγδαληνή, τῶν
ἐναρέτων πράξεων,
τοῦ θείου κηρύγματος, τῆς πρὸς τὸ θεῖον νεύσεως,
καὶ μαρμαρυγαῖς, τῆς πρὸς τὸν Κτίστην ἀγάπης,
ᾧ μέλπεις σὺν Ἀγγέλοις· Ἱερεῖς εὐλογεῖτε,
λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Πρὸς τῷ
Σταυρῷ παρίστασαι, καθορῶσα τὴν ἄδικον,
ἔνδοξε σφαγὴν τοῦ ἑαυτὸν κενώσαντος,
δι' ἄφατον ἔλεος, καὶ στεναγμοῖς καὶ δάκρυσι,
περιαντλουμένη. Τὶ τὸ ξένον ἐβόας,
Μαρία τοῦτο θαῦμα; πῶς νεκροῦται καὶ θνῄσκει,
ὁ θάνατος νεκρώσας, ζωὴ ὑπάρχων φύσει;
Θεοτοκίον
Ὡς
τοῦ Θεοῦ μητέρα σε, ὁμοφρόνως δοξάζομεν,
καὶ τῶν ποιημάτων, ὑπερτέραν Πάναγνε·
ἐν σοὶ γὰρ κατάκριμα, τὸ ἐξ Ἀδὰμ ἠφάνισται,
καὶ ἡ ἀπωσθεῖσα, ᾠκειώθη ἀνθρώπων,
οὐσία μελῳδοῦσα· Ἱερεῖς ἀνυμνεῖτε,
λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Πηγή: glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου