Κατὰ Ματθαῖον θ΄1-8.
1 Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.
2 Καὶ
ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ
Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ· Θάρσει, τέκνον· ἀφέωνταί
σοι αἱ ἁμαρτίαι σου.
3 καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς·
Οὗτος βλασφημεῖ.
4 καὶ εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· Ἵνα τί
ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν;
5 τί γάρ ἐστιν
εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ
περιπάτει;
6 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς
γῆς ἀφιέναι ἁμαρτίας – τότε λέγει τῷ παραλυτικῷ· Ἐγερθεὶς ἆρόν σου τὴν
κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον
αὐτοῦ.
8 ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα
ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
Ἅγιος Ἀπόστολος & Εὐαγγελιστὴς Ματθαῖος
Πηγή: Καινή Διαθήκη, σελ. 35-36 & myriobiblos.gr.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου