Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείας
πίστεως, τῇ συμφωνίᾳ,
τὴν οἰκείωσιν, τῆς συγγενείας,
δι’ ἀγώνων ἱερῶν ἐλαμπρύνατε,
θεομακάριστε Μάρτυς Ἀνίκητε,
σὺν τῷ Φωτίῳ φωτὸς τῷ θεράποντι.
Ἀλλ’ αἰτήσασθε, δοθῆναι πταισμάτων ἄφεσιν,
τοῖς μέλπουσιν ὑμῶν τὴν θείαν ἄθλησιν.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἐν
σταδίῳ βλέψας σε, ἀνδραγαθοῦντα νομίμως,
Ἀθλητὰ Ἀνίκητε, ὁ Φώτιος ὁ θεόφρων,
σύναθλος, στερρός σοι ὤφθη τῇ ἐκμιμήσει,
ἅπασαν, σὺν σοὶ βασάνων πεῖρα ἐνέγκας·
μεθ’ οὗ πρέσβευε Κυρίῳ,
παντὸς κινδύνου ἡμᾶς λυτρώσασθε.
Μεγαλυνάριον.
Ἀνίκητος
ὤφθης καὶ ἀρραγής,
Ἀνίκητε μάκαρ, ἐν ἀγῶσιν ἀθλητικοῖς·
πλήρης δὲ ἀΰλου, φωτὸς Φώτιε Μάρτυς,
διὸ καὶ ἐπαξίως, ἐθαυμαστώθητε.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου