Ἄπολυτίκιον. Ἦχος γ΄ . Θείας πίστεως.
Νίκην εἴληφας, ἄφθαρτον στέφος,
πάτερ ὅσιε, παρὰ τοῦ Κτίστου,
τῶν σῶν ἀγώνων ἀντάξιον ἔπαθλον·
τὴν γὰρ πατρίδα
λιπών τὴν ἐπίγειον,
τῆς οὐρανίου οἰκήτωρ γεγένησαι·
ὅθεν πάντες σὲ πίστει καὶ πόθῳ γεραίρομεν·
Χαίροις Νικάνορ, Ὁσίων ὁμόσκηνε.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν
Τὸν ἐν ὁσίοις θαυμαστὸν θεῖον Νικάνορα,
ἀνευφημήσωμεν, πιστοί, ἐνθεοὶς ἄσμασι,
τὸν ὥς ἥλιον, ἐκλάμψαντα ἐν τῷ κόσμῳ,
καὶ διώξαντα ἀγνοίας τὴν σκοτόμαιναν,
καὶ τὴν ἔπαρσιν δαιμόνων καταῤῥάξαντα,
τούτῶ κράζοντες· Χαίροις, πάτερ τρισόλβιε.
Μεγαλυνάριον.
Χαίροις τῶν Σερβίων ὁ ἰατρός,
Γρεβενῶν τό κλέος, καί οἰκουμένης ὁ βοηθός,
χαίροις ὁ προστάτης τῶν σε τιμώντων πόθῳ,
Νικάνορ Καλλιστράτου φωστήρ πολύφωτε.
Πηγή: Βίος καὶ Ἀκολουθία τοῦ Ὁσίου Νικάνορος, Ἱ.Μ. Γρεβενῶν, σελ. 35, 64 &
(τὸ μεγαλυνάριον) proseyxi.com
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου