«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 9 Αυγούστου 2021

Τοῦ Ἁγίου Άποστόλου Ματθία

 

 


 

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείῳ Πνεύματι, κεκληρωμένος, 

συνεπλήρωσας, τῶν Ἀποστόλων, 

τὴν δωδεκάριθμον φάλαγγα ἔνδοξε·

 μεθ’ ὧν κηρύξας τοῦ Λόγου τὴν κένωσιν,

 ἐθαυμαστώθης Ματθία Ἀπόστολε. 

Ἀλλὰ πρέσβευε, δοθήναι τοῖς σὲ γεραίρουσι, 

πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.

 


Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Φωταυγὴς ὡς ἥλιος εἰς πάντα κόσμον, 

ἐξελθὼν ὁ φθόγγος σου, καταφωτίζει τῶν ἐθνῶν, 

τὴν Ἐκκλησίαν ἐν χάριτι, 

θαυματοφόρε Ματθία Ἀπόστολε.

 


Μεγαλυνάριον.
Τὸν τῆς εὐσεβείας ὑφηγητήν,

 καὶ τῆς Δωδεκάδος, τὸ συμπλήρωμα τῆς κλητῆς, 

ὕμνοις σε τιμῶμεν, Ἀπόστολε Ματθία,

 ὡς ἄριστον μεσίτην, ἠμῶν πρὸς Κύριον.

 

Πηγή:  synaxarion.gr

Δεν υπάρχουν σχόλια: