Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τοῦ
Παύλου συνέκδημος, ὡς καθαρὰ τὴν ψυχήν,
καὶ πρώταθλος πέφηνας, ἐν γυναιξὶν εὐκλεῶς,
Χριστὸν ἀγαπήσασα·
σὺ γὰρ τῆς εὐσεβείας, πτερωθεῖσα τῷ πόθῳ,
ἤθλησας ὑπὲρ φύσιν, Ἰσαπόστελε Θέκλα·
διὸ σὲ ὁ Πανοικτίρμων νύμφην ἠγάγετο.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῆς
παρθενίας τῷ κάλλει ἐξέλαμψας,
μαρτυρίου στεφάνῳ κεκόσμησαι,
ἀποστολὴν πιστεύῃ Παρθένε ὡς ἔνδοξος·
καὶ τοῦ πυρὸς μὲν τὴν φλόγα, εἰς δρόσον μετέβαλες,
τοῦ ταύρου δὲ τὸν θυμόν, προσευχῇ σου ἡμέρωσας,
ὦ Πρωτόαθλε.
Μεγαλυνάριον.
Παύλου
λαμπρυνθεῖσα ταῖς ἀστραπαῖς,
ὅλη καλὴ ὤφθης, ὅλη ἄμωμος τῷ Χριστῷ,
Θέκλα Πρωτομάρτυς, ὑπερφυέσιν ἄθλοις,
ὧν φαίδρυνον τῇ δόξῃ τοὺς σὲ γεραίροντας.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου