Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀκέστωρ
σοφώτατος, ἱερομύστα Λουκᾶ,
ζωγράφος πανάριστος, τῆς Θεοτόκου Μητρός,
ἐδείχθης Ἀπόστολε·
ἔγραψας μάκαρ λόγους, διὰ Πνεύματος θείου·
ἔδωκας ἐννοῆσαι, συγκατάβασιν ἄκραν,
Χριστοῦ τῆς παρουσίας·
διὸ πρέσβευε σωθῆναι ἡμᾶς.
Κοvτάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμεροv.
Μαθητὴς
γενόμενος τοῦ Θεοῦ Λόγου,
σὺν τῷ Παύλῳ ἅπασαν, ἐφωταγώγησας τὴv γῆν,
καὶ τὴν ἀχλὺν ἀπεδίωξας,
τὸ θεῖον γράψας, Χριστοῦ Εὐαγγέλιον.
Μεγαλυνάριον.
Μακαρίζομέν
σου τὴν δεξιάν,
Λουκᾶ θεηγόρε, δι’ ἧς ἔχομεν οἱ πιστοί,
τὰς τοῦ Θεοῦ Λόγου, διττὰς ἁγίας πλάκας,
καὶ τὴν σεπτὴν Εἰκόνα, τῆς Θεομήτορος.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου