Κανών β', ᾨδὴ ε', τῆς Θεοτόκου. Ἦχος πλ. δ'. Ἵνα τὶ με ἀπώσω; ΤΟ ΑΚΟΥΤΕ
Η ἁγία σου Σκέπη, ὡς νεφέλη πάμφωτος ἐπὶ τῶν δούλων σου,
ἁπλουμένη Κόρη, ὡς φησὶν Ἡσαΐας ἐκ καύματος,
πονηροῦ λυτροῦται, τῆς τοῦ Βελίαρ ἐπηρείας,
καὶ δροσίζει ἡμᾶς τῇ σῇ χάριτι.
Σὲ ἰδὼν ξένῃ ὄψει,
δορυφορουμένην καθάπερ βασίλισσαν,
ὑφ' ἁγίων Κόρη, ὁ Ἀνδρέας ἐξέστη ὁ Ὅσιος,
ὅτε τὴν σεπτήν σου, Ἐσθῆτα ἥπλωσας ἀΰλως,
καὶ λαὸν τὸν πιστὸν σου
ἐσκέπασας.
Θαῦμα ἔδειξας μέγα, ἐναργῶς Πανάμωμε εἰς περιποίησιν,
τοῦ πιστοῦ λαοῦ σου· ἀοράτως γὰρ τοῦτον ἐσκέπασας,
ὑπὸ τοῦ σεπτοῦ σου, χερσί σου θείαις Μαφορίου·
ὅθεν πάντες αἰνοῦμεν σε χαίροντες.
Ἐν
ἐρήμῳ μὲν πάλαι, τὸν Ἰσραηλίτην λαὸν Κόρη ἔσκεπε,
φωταυγὴς νεφέλη‧ νῦν ἡμᾶς δὲ ἡ πάμφωτος Σκέπη σου,
σκέπει καὶ διέπει, καὶ πρὸς τὸ φῶς τῶν
προσταγμάτων,
τοῦ Υἱοῦ σου ἰθύνει ἑκάστοτε.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Ἐξέστη
τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου‧
σὺ γὰρ ἀπειρόγαμε Παρθένε,
ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν,
καὶ τέτοκας ἄχρονον Υἱόν,
πᾶσι τοῖς ὑμνοῦσι σε,
τὴν εἰρήνην βραβεύουσα.
Κοντάκιον, Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ ΤΟ ΑΚΟΥΤΕ
Ὥσπερ νεφέλη ἀγλαῶς ἐπισκιάζουσα,
τῆς Ἐκκλησίας τὰ πληρώματα Πανάχραντε,
ἐν τῇ πόλει πάλαι ὤφθης τῇ Βασιλίδι.
Ἀλλ' ὡς σκέπη τοῦ λαοῦ σου καὶ ὑπέρμαχος,
περισκέπασον ἡμᾶς ἐκ πάσης θλίψεως,
τοὺς κραυγάζοντας· Χαῖρε Σκέπη ὁλόφωτε.
Ὁ Οἶκος
Ἄνωθεν ἐφαπλοῦσα, τὴν ἁγίαν σοῦ Σκέπην,
Παρθένε Θεοτόκε Μαρία,
σκέπεις καὶ σῴζεις τὸν σὸν λαόν,
καθ' ὥραν σε Ἁγνὴ ἐπιβοώμενον‧
νῦν δὲ σου τὰ θαυμάσια, εὐγνωμόνως ὑμνεῖ κραυγάζων‧
Χαῖρε τοῦ κόσμου ἡ Σωτηρία
Χαῖρε Ἑλλάδος ἡ προστασία.
Χαῖρε τῶν Ἀγγέλων παράδοξον θέαμα
Χαῖρε τῶν ἀνθρώπων ἀκλόνητον ἔρεισμα.
Χαῖρε Μήτηρ Ἀειπάρθενος τοῦ Παντάνακτος Χριστοῦ
Χαῖρε σκέπη καὶ ἀντίληψις τοῦ λαοῦ σου τοῦ πιστοῦ.
Χαῖρε ὅτι ἐφάνης σκέπουσα τὸ σὸν Ἔθνος
Χαῖρε ὅτι παρέχεις νίκας τῷ στρατοπέδῳ.
Χαῖρε πηγὴ πλουσίας χρηστότητος
Χαῖρε λαμπὰς Θεοῦ ἀγαθότητος.
Χαῖρε δι' ἧς τοὺς ἐχθροὺς ἐκνικῶμεν
Χαῖρε πρὸς ἣν καθ' ἑκάστην βοῶμεν‧
Χαῖρε Σκέπη ὁλόφωτε.
Πηγή: glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου