«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 29 Οκτωβρίου 2021

Ἐγκώμια εἰς τὴν Ἁγία Ὁσιομάρτυρα Ἀναστασία τὴν Ρωμαία

 

Στάσις Α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Μακαρίζομέν σε, τοῦ Νυμφίου Χριστοῦ, τῆν φιλτάτην Νύμφην καὶ καλλιπάρθενον, καὶ το καύχημα πιστῶν Χριστιανῶν.

Μακαρίζομέν σε, μοναζόντων χορός, τῆν σεμνήν Ἀναστασίαν καὶ πάντιμον, καταστέφοντες σους ἄθλους ἐμμελῶς.

Η ἀκροστιχίς κατ’αλφάβητον ·
παρνησαμένη, τα τοῦ βίου τερπνᾶ, παιδιόθεν τὸν Χριστόν ἐπεπόθησας ὄθεν γέγονας φιλέρημος τρύγων.

Βασιλείας δόξαν, κὀσμικάς τε τρυφάς, ἀπηρνήσω ἐκ καρδίας ἀοίδιμε, ἐμφοιτῶσα ἐν σεμνείω ἰερῶ.

Γένους παριδοῦσα, περίοπτους τιμάς, πενιχρόν περιεβλήθης ἰμάτιον, καὶ ἐξέδραμες θηρεύσαι τὸν Χριστόν.

Διδαχάς ἀγίας, ἠγουμένης σοφής, ὤσπερ μέλι φιλοπόνως συνέλεξας, ἐντρυφώσα ἐν ταῖς θείαις ἐντολαῖς.

πελθόν το Πνεύμα, σῦν Πατρί και Υἰῶ, ἐνεποίησαν μονήν τῆ καρδία σου, θείας χάριτος ἐμπλήσαντες αὐτήν.

Ζόφον ἀμαρτίας, ἐνοχλήσεις σαρκός, νοὐνεχῶς Ἀναστασία διέλυσας, ἐζωσμένη πανοπλίαν θεικήν.

συχίας πόθος, πυρπολῶν σήν ψυχήν, ἐστερέωσε τῆ πίστει σε Πάνσεμνε, εὐτρεπίσας πρός μαρτύριον στερράν.

Θεῖον πόθον σχοῦσα, ἐξελέξω σοφῶς, τό μαρτύριον τό τῆς συνειδήσεως, δι’ αἱμάτων σου λαμπρῶς τελειωθέν.

σχυρῶν ἐνέδρας, πλανεράς, δολεράς, κολακείας τε ,ἐπάρχου διέφυγες, καί ἐρρύσθης ὡς στρουθίον ἐξ αὑτῶν.

Κατατμήσεις πάντων, τῶν μελῶν καί πληγάς, σθεναρῶς Ἀναστασία ὑπέμεινας, καταισχύνασα ἐχθροῦ τάς μηχανάς.

Λαμπροφόρος ὤφθης, ἐστεμμένη τρισσώς, παρθενίας καί ἀσκήσεως σκάμμασι, καί ἀγῶσι μαρτυρίου σου Σεμνή.

Μεγαλύνω πάθη, τάς πληγάς ἐξυμνῶ, καί γεραίρω τά λαμπρᾷ σου παλαίσματα, ἀ ὑπέμεινας Ἀγνῇ διά Χριστόν.

Νυμφοστόλος αἴγλη, παρθενίας κλεινῆς, καί ἀσκήσεως ἀγῶνες ὑπέρμετροι, μαρτυρίᾳ ἐκοσμήθησαν φαιδρώς.

Ξέσεις τῆ σαρκί σου, ἐκκοπάς τῶν μαστῶν, καί τανύσεις τῶν ὀστέων ὑπήνεγκας, πρός δε τούτοις τήν τῆς γλώσσης ἐκτομήν.

Οὐρανόθεν ἦλθε, μαρτυροῦσα φωνή, τήν τελείωσιν Σεμνή σής αἰτήσεως, τοῦ ἰᾶσθαι πᾶσαν νόσον ἀσθενῶν.

Πειρασμούς ποικίλους, οἰκισμῶν συμφοράς, καί τομήν τῆς κεφαλῆς καθυπέμεινας, συντριβέντων κεφαλῶν δυναστικῶν.

ώμη πᾶσα χαίρει, καί σκιρτᾷ ἡ Μονή, τοῦ Ὁσίου Γρηγορίου ὡς ἔχουσα, σῶν λειψάνων θαυματόβρυτον πηγήν.

Σῶν αἱμάτων ῥεῖθρα, Φαραώ νοητόν, κατεπόντισαν δισσώς θεραπεύοντα, ἰαμάτων ὡς πηγαί πάντας πιστούς.

Τυραννούντων θράση, αἰσθητά, νοητά, ἐν τῷ αἵματι σου ἄμφω κατέπνιξας, καί συνέκοψας δρακόντων κεφαλάς.

πομένω, ᾄδεις, τόν Χριστόν ψαλμικώς, καί προσέσχε εἰσακούων τήν δέησιν, καταπέμπων ἐπ’ ἐμέ τήν δωρεάν.

Φαιδροτάτη αἴγλη, ἐπιφάνηθι νῦν, ἐπιχέουσα ἀγάπης Ἰάματα, τῆ ἀθλία μου ψυχή καί τῆ σαρκί.

Χορηγός ὑγείας, ἰατήρ συμπαθῇς, καί φρουρός Ἀναστασία σύ πέφυκας, φωτισμός δέ μοναστῶν ἀθωνιτῶν.

Δόξα.
Ψαλμῳδοῦντες αἴνους, καί δεήσεις πυκνάς, ἀναφέρομεν αἰτοῦντες τό ἔλεος, τήν Τριάδα τήν Παντοκρατορικήν.

Καί νῦν.
ς νυμφών Νυμφίου, ὡς τοῦ Λόγου παστάς, ὡς ἀνύμφευτος Δεσπότου γεννήτρια, διασῴζοις τούς πιστούς ἐκ τῶν δεινῶν.

Καί πάλιν τό πρῶτον τροπάριον
Μακαρίζομέν σε, τοῦ Νυμφίου Χριστοῦ, τῆν φιλτάτην Νύμφην καὶ καλλιπάρθενον, καὶ το καύχημα πιστῶν Χριστιανῶν.

Στάσις Β΄. Ἦχος πλ. α΄. Ἄξιόν ἐστι.
Άξιόν ἐστίν, μεγαλύνειν σε Ἀναστασία, τῶν ἀθωνιτῶν λαμπρόν ἐγκαλλώπισμα, καί Μονῆς τοῦ Γρηγορίου ἀρωγόν.

Άξιόν ἐστίν, μακαρίζειν σε Παρθενομάρτυς, τῶν μοναζουσῶν περίλαμπρον καύχημα, καί ἀγλάϊσμα μαρτύρων γυναικῶν.

 


 

Η ἀκροστιχίς κατ’αλφάβητον ·
Ἄσπιλος ἀμνάς, καί ἀήττητος ἐδείχθης μάρτυς ἀντιπάλων κέντρα γάρ ἤμβλυνας, καί συνέτριψας τυράννων ἀπειλάς.

Βάπτισμα τρισσόν, ὑποδέδεξαι Ὁσιομάρτυς, τό δι’ ὕδατος τε καί Πνεύματος, τό τῆς σής κουράς καί τό μαρτυρικόν.

Γάμοις μυστικοῖς, ὑπαντήσασα Χριστόν Τρισμάκαρ, φρόνιμος παρθένος καθέστηκας, εἰσελθοῦσα τῷ νυμφῶνι ἐν φωτί.

Δένδρον εὐθαλές, φυτευθέν ἐν τῷ μοναστηρίῳ, ἐν τῷ μαρτυρίῳ ἐξήνθησας, καί ἀπέδωκας καρπούς ἐν οὐρανοῖς.

Ἔσπειρας ἐν γῆ, καί ἐλίπανας διά δακρύων, ἐν κρουνοῖς αἱμάτων ἐπότισας, καί ἐθέρισας οὐράνιον ζωήν.

Ζῆλος πυρπολῶν, καταφλέγων δε σου τήν καρδίαν, σε Ἀναστασία ἀνέδειξε, κοινωνόν τῶν παθημάτων τοῦ Χριστοῦ.

Ἦχον καθαρόν, ἀκατάπαυστον ἑορταζόντων, νῦν ἀπολαμβάνειν ἠξίωσαι, κατά πρόσωπον ὁρῶσα τόν Χριστόν.

Θεραπευτικήν, Μάρτυς δύναμιν ᾐτήσω πάλαι, ἔργω δε ὁ λόγος πεπλήρωται, καί ἰδού ἡ μαρτυρία τηλαυγής.

Ἰαματικήν, σε γινώσκομεν παραμυθίαν ὅθεν τήν ὑγείαν χορηγῆσαν, τήν κατ’ ἄμφω τοῖς πιστοῖς Χριστιανοῖς.

Καταθορυβῶν, τήν ψυχήν μου ὁ ἐχθρός συνθλίβει σύ Ἀναστασία βοήθει μοι, ἐπιστάζουσα εἰρήνης γλυκασμόν.

Λαμπαδηφορεῖς, δι’ ἐλαίου ἀρετῶν Ὁσίᾳ ἀλλά σαῖς λιταῖς καταξιῶσαν, συναρίθμιον γενέσθαι σοι κάμε.

Μέτοχος παθῶν, τῶν Χριστοῦ γενέσθαι ἠξιώθης, κοινωνός δε καί Ἀναστάσεως, ἐπαξίως τῆ σή κλήσει ἀγαθή.

Νίκην φωταυγή, ἀληθῶς νικήσασαν τόν κόσμον,πίστιν τήν σεπτήν σύ ἀπέδειξας, ὡς διδάσκει ὁ Υἱός ὁ τῆς βροντῆς.

Ξένη ἐπί γῆς, ἀνεφάνη ἐν μοναστηρίῳ, καί τῆ σθεναρᾷ ἀντιστάσει σου, ξενιτείας ἄκρον μέτρον ἐκπληροῖς.

Ὀλοθρευτικός, ὁ σός θάνατος ἐδείχθη Μάκαρ, τῷ ἐχθρῷ ἡμῶν καί πικρότατος, φυγαδεύων πᾶσαν φάλαγγα αὑτοῦ.

Πᾶσαν ζοφεράν, ἐβδελύξω ειδωλομανίαν, τούς ἀνθρώπους ἔργω διδάσκουσα, προσκυνεῖν ἔνα θεόν Τριαδικόν.

Ῥήσεις τάς χρηστάς, ενηχήθης ἐν μοναστηρίῳ, παρά τῆς σοφῆς διδασκάλου σου, οὐρανίους δε ἀπήνεγκας καρπούς.

Στέφανος ζωῆς, ἡτοιμάσθη σοί παρά Κυρίου, τρίκλωνος, φαιδρός καί λαμπρότατος, οἵα τύπος δόξης τῆς τρἰσσοφεγγοῦς.

Τείχισον ἡμᾶς, ἐκτενέσι μεσιτείαις Κόρη, παῦσον τάς ὁρμάς τῶν παθῶν ἡμῶν, ανιστώσα τάς ψυχάς εἰς προσευχήν.

Ὕδωρ ζωηρόν, ἀναβλύζοις τῆ ἐμή καρδία, ὄμβρον κατανύξεως στέλλουσα, τῆ διψώσῃ καί αυχμώση μου ψυχή.

Φυγαδεύουσα, πᾶσαν θλῖψιν καί στενοχωρίαν, πᾶσαν συμφοράν καί ἀσθένειαν, θεραπεύεις σούς ἱκέτας πολλαπλώς.

Χάρισμα διπλοῦν, οὐχί μόνον εἰς Χριστόν πιστεύειν, ἀλλά καί τό πάσχειν ὑπέρ Αὑτοῦ, ἐπεδόθη σοί ὡς μάρτυρι πιστῇ.

Δόξα.
Ψήγματα χαρᾶς, ἐπιρρίπτων τῆ ἐμή καρδία, νῦν τά σά ἐλέη θαυμάστωσον, ἐπ’ ἐμέ Τριᾶς Ἀγία ὁ θεός.

Καί νῦν.
Ὡς περικαλλής, ὡς πανάμωμος τε καί ωραία,Μήτηρ τοῦ θεοῦ ἀναδέδειξαι, παρεστῶσα δεξιόθεν σου Υἱοῦ.

Καί πάλιν τό πρῶτον τροπάριον
Άξιόν ἐστίν, μεγαλύνειν σε Ἀναστασία, τῶν ἀθωνιτῶν λαμπρόν ἐγκαλλώπισμα, καί Μονῆς τοῦ Γρηγορίου ἀρωγόν.

Στάσις Γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαί πᾶσαι, μακαρίζομεν σε, σεμνῇ Ἀναστασία.

Αἱ γενεαί πᾶσαι, χοροί τε μοναζόντων, τιμώμεν σους ἀγῶνας.

 

 


 

Η ἀκροστιχίς κατ’αλφάβητον ·
Ἀγάπης τετρωμένῃ, ἐγώ εἰμί ἐβόας, ἀσματικῶς ὡς νύμφη.

Βίῳ σου ἁγίῳ, αγώσί τε γενναίοις, Χριστός εὐηρεστήθη.

Γυνή ἀνδρεία ὤφθης, χρυσῶ ἁγιωσύνης, περικεκοσμημένη.

Δεήσεσιν ἀπαύστοις, Χριστόν καθικετεύεις, ὑπέρ ἀσθενούντων.

Ἐλπίς οὐ καταισχύνει• διό αὑτήν κατέσχες, ὡς βάσιν μαρτυρίου.

Ζήλῳ εὐσεβείας, καί πόθῳ ἀληθείας, τά σπλάγχνα κατεφλέγης.

Ἡσυχίας λύχνος, ἀσκήσεως τε φάρος, ἐν κόσμῳ ἀνεφάνης.

Θάνατον ἐδέξω, τίμιον Ὁσία, ἐνώπιον Κυρίου.

Ἱκέτις πρός Δεσπότην, γενοῦ Παρθενομάρτυς, ὑπέρ τῶν σε ὑμνούντων.

Καρδίας καθαρότης, καί Πνεύματος εὐθέος, ἐδόθη καινισμός σοί.

Λατρεύειν θεῶ ζῶντι, μή θύειν δαιμονίοις, μανθάνεις ἐν Σεμνείῳ.

Μετάνοιαν καί πένθος, καί θείαν χαρμολύπην, ἐπέδειξας Ἀγίᾳ.

Νηστεία καί δεήσει, ἐμπόνῳ τε ἀσκήσει, προσφόρως ἡτοιμάσθης.

Ξενιτείας ἔρως, ηὐτρέπισε σόν πνεῦμα, πρός μείζονας ἀγῶνας.

Ὁμολογίας στῦλος, κρηπίς τε μαρτυρίου, Ἀναστασία ὤφθης.

Πίστει ἀκραδάντῳ, καί ἔργοις θεαρέστοις, εἰσῆλθες ἐν Νυμφῶνι.

Ῥίζας θείου φόβου, τοῖς μέλεσι μου ἔνθες, συντόνῳ σου δεήσει.

Σταυροῦσθαι κατά κόσμον, ὑπέρ Χριστοῦ τε θνῄσκειν, Παμμάκαρ ἐξελέξω.

Ταπείνωσις ὑψοῖ σε, μαρτύριον καθαίρει, ἀγάπη δε θεοί σε.

Ὑπήκοος ἐγένου, θεῶ ἕως θανάτου, Ἀγνῇ χριστομιμήτως.

Φωτί θεοῦ ἀκτίστῳ, καταυγασθείσα ὄλῃ, Τρισμάκαρ εθεώθης.

Χάριν ὡς λαβοῦσα, ταύτην δή προσνέμοις, κάμοι τῷ τρισαθλίῳ.

Δόξα.
Ψαλμόν καρδίας δέχου, εἰ καί ἀνενδεής εἰ, Τριᾶς Μονάς θεέ μου.

Καί νῦν.
Ὤραν παρθενίας, στηλογραφεῖς τοῖς πᾶσι, Παρθένε Θεοτόκε.

Καί πάλιν τό πρῶτον τροπάριον
Αἱ γενεαί πᾶσαι, μακαρίζομεν σε, σεμνῇ Ἀναστασία.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

 

Πηγή: proseyxi.com

Δεν υπάρχουν σχόλια: