Ἀπόστιχα. Δοξαστικόν. Ἦχος δ'. Ἀνατολίου
Στρατευθέντες τῷ Χριστῷ,
τὰ ἐπὶ γῆς τερπνὰ κατελίπετε,
καὶ τὸν σταυρὸν ἐπ' ὤμων ἄραντες,
διὰ βασάνων πολυπλόκων, αὐτῷ ἠκολουθήσατε,
καὶ ἐναντίον βασιλέων καὶ τυράννων πολλῶν,
μὴ ἀρνησάμενοι αὐτόν, ὑπ' Ἀγγέλων τὰ βραβεῖα τῆς νίκης ἐδέξασθε,
τὰς κεφαλὰς ὑμῶν στεφθέντες, καὶ πεπαρρησιασμένῃ τῇ ψυχῇ,
φαιδρῶς εἰς τὸν νυμφῶνα τὸν μέγαν συνεληλύθατε·
Πρόβε, τὸ κλέος τῶν Μαρτύρων,
Τάραχε, τῶν δαιμόνων ὀλοθρευτά,
καὶ Ἀνδρόνικε, νίκη τῶν Πιστῶν,
παρρησίαν ἔχοντες,
τῷ Σωτῆρι τῶν ὅλων πρεσβεύσατε,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον. Ἦχος δ'. Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Τὸ χαῦνον καὶ ἔκλυτον,
Παρθενομῆτορ μετάβαλε,
τῆς ψυχῆς μου πανάμωμε,
εἰς ῥῶσιν καὶ δύναμιν,
τοῦ φόβῳ καὶ πόθῳ,
ποιεῖν τε καὶ πράττειν,
τὰ δικαιωματα Χριστοῦ,
ὅπως ἐκφύγω τὸ πῦρ τὸ ἄστεκτον,
καὶ κλῆρον τὸν οὐράνιον,
καὶ τὴν ζωὴν τὴν ἀπέραντον,
διὰ σοῦ ἀπολάβοιμι,
εὐφραινόμενος πάντοτε.
Πηγή: glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου