«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 13 Νοεμβρίου 2021

Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός


  

 

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου.
Στίχοι
Μύσας ὁ χρυσοῦς Ἰωάννης τὸ στόμα,
Ἀφῆκεν ἡμῖν ἄλλο τὰς βίβλους στόμα.
Ἀμφὶ τρίτην δεκάτην σίγησεν χρύσεα χείλη.

Ταῖς τοῦ Χρυσορρήμονος πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Μνήμη τοῦ ἁγίου νέου Ὁσιομάρτυρος Δαμασκηνοῦ Κωνσταντινουπολίτου καὶ ἐν Κων / πόλει κατὰ τὸ 1681 μαρτυρήσαντος.

 


Κανών β', ᾨδὴ η', τοῦ Ἁγίου. Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Οἱ νουνεχῶς τοῖς λόγοις σου, ὁμιλοῦντες Χρυσόστομε, 

τῆς θεολογίας, τὸ σεπτὸν μυούμεθα, 

καὶ πᾶσαν καρπούμεθα, τῶν ἀγαθῶν τὴν ὄνησιν, 

καὶ τὴν τῆς κακίας, ἀποφεύγομεν βλάβην·

 κοινὸν γὰρ πρυτανεῖον, σωτηρίας ἐγένου, βοῶν· 

Ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. 



Ὑπὲρ ἡμῶν δυσώπησον, τὸν Δεσπότην Χρυσόστομε, 

τῇ συμπαθεστάτῃ, παρρησίᾳ χρώμενος, 

καὶ τῇ ἐλεήμονι, καὶ φιλανθρώπῳ Πάτερ στοργῇ· 

σὲ γὰρ τῷ Σωτῆρι, προβαλλόμεθα πίστει, 

μεσίτην καὶ προστάτην, καὶ θερμότατον πρέσβυν, 

θεόφρον Ἱεράρχα, Παμμάκαρ Ἰωάννη. 



Νεανικὴν τὴν ἔνστασιν, ἀταπείνωτον φρόνημα, 

πρὸς τοὺς ἀδικοῦντας, βασιλεῖς ἐνδέδειξαι, 

θερμῶς προϊστάμενος, ἀδικουμένων Ὅσιε, 

καὶ τῶν ὀρφανῶν, καὶ τῶν χηρῶν καὶ πενήτων, 

Πατὴρ γεγενημένος, στοργικῇ διαθέσει, βοῶν· 

Ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. 


Θεοτοκίον
Σωματικαῖς μορφώσεσι, καὶ ποικίλοις αἰνίγμασι, 

καὶ συμβολικαῖς καὶ τυπικαῖς ἐμφάσεσι, 

τὴν σὴν προεμήνυον, οἱ θεηγόροι γέννησιν, 

τὴν ὑπερφυᾶ, καὶ θαυμαστήν σου Παρθένε· 

διὸ σε γεγηθότες, εὐσεβῶς ἀνυμνοῦμεν, 

Χριστὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας. 


Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ,

 ὁ τόκος τῆς Θεοτόκου διεσώσατο,

 τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, 

τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· 

Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, 

καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.  

 

Πηγή:  glt.goarch.org

 

 

Δεν υπάρχουν σχόλια: