Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὁ
Μάρτυς Ἰάκωβος, ὁ τῆς Περσίδος βλαστός,
τὸν δόλιον δράκοντα, τοῖς τῶν αἱμάτων κρουνοῖς,
ἀθλήσας ἀπέπνιξε·
πίστει γὰρ ἀληθείας, μεληδὸν τετμημένος,
ὤφθη τροπαιοφόρος, τοῦ Σωτῆρος ὁπλίτης,
πρεσβεύων ἀδιαλείπτως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Πεισθεὶς
τῇ καλῇ, συζύγῳ καρτερόψυχε,
καὶ τὸ φοβερόν, κριτήριον πτοούμενος,
τῶν Περσῶν τὸ πρόσταγμα,
καὶ τὸν φόβον, Ἰάκωβε κατέπτυσας,
καὶ ἀνεδείχθης μάρτυς σεπτός,
τὸ σῶμα ὡς κλῆμα συντεμνόμενος.
Μεγαλυνάριον.
Τίς
σου τῆς ἀνδρείας τὸ εὐσταθές,
ἐξείπει εἰκότως, καρτερόψυχε Ἀθλητά;
μεληδὸν γὰρ ἅπαν, τμηθεὶς τὸ σῶμα ἔστης,
Ἰάκωβε ὡς ἄκμων· διὸ δεδόξασαι.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου