Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Χαίρει ὁ οὐρανὸς καὶ ἡ γῆ,
τὸν οὐρανὸν τὸν νοητὸν πορευόμενον,
ὁρῶντες εἰς θεῖον οἶκον, ἀνατραφῆναι σεπτῶς,
τὴν Παρθένον μόνην καὶ ἀμώμητον,
πρὸς ἣν ἐκπληττόμενος, Ζαχαρίας ἐβόησε,
Πύλη Κυρίου, τοῦ Ναοῦ ὑπανοίγω σοι,
πύλας χαίρουσα, ἐν αὐτῷ περιχόρευε·
ἔγνων γὰρ καὶ πεπίστευκα, ὡς ἤδη ἡ λύτρωσις,
ἐπιδημήσει προδήλως, τοῦ Ἰσραὴλ καὶ τεχθήσεται,
ἐκ σοῦ Θεὸς Λόγος, ὁ δωρούμενος τῷ κόσμῳ,
τὸ μέγα ἔλεος.
Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.
Ἄννα
ἡ θεία χάρις σαφῶς,
χαριτωθεῖσαν τὴν ἁγνὴν Ἀειπάρθενον,
προσάγει μετ' εὐφροσύνης, εἰς τὸν Ναὸν τοῦ Θεοῦ,
προσκαλεσαμένη προπορεύεσθαι,
αὐτῆς τὰς νεάνιδας λαμπαδηφόρους καὶ λέγουσα·
Ἄπιθι τέκνον, τῷ δοτῆρι γενήθητι,
καὶ ἀνάθημα, καὶ εὐῶδες θυμίαμα.
Εἴσελθε εἰς τὰ ἄδυτα, καὶ γνῶθι μυστήρια,
καὶ ἑτοιμάζου γενέσθαι, τοῦ Ἰησοῦ οἰκητήριον,
τερπνὸν καὶ ὡραῖον, τοῦ παρέχοντος τῷ κόσμῳ,
τὸ μέγα ἔλεος.
Στίχ. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως.
Ἔνδον
ἐν τῷ Ναῷ τοῦ Θεοῦ,
ὁ θεοχώρητος ναὸς ἀνατίθεται,
Παρθένος ἡ Παναγία, νεάνιδές τε αὐτῆς,
νῦν λαμπαδηφόροι προπορεύονται.
Σκιρτᾷ γεννητόρων, ἡ συζυγία ἡ ἄριστος,
Ἰωακείμ τε, καὶ ἡ Ἄννα χορεύοντες,
ὅτι ἔτεκον, τὴν τὸν Κτίστην κυήσασαν.
Ἥτις περιχορεύουσα, εἰς θεῖα σκηνώματα,
καὶ τρεφομένη Ἀγγέλου, διὰ χειρὸς ἡ πανάμωμος,
Χριστοῦ ὤφθη Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ,
τὸ μέγα ἔλεος.
Θεοτοκίον, Ἦχος πλ. β' - Σεργίου Ἁγιοπολίτου
Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα,
πνευματικῶς πανηγυρίσωμεν,
καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον,
ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν·
τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν,
εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ,
καὶ Θεοῦ τῶν ὅλων,
Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε,
τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον,
Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι,
χαρμονικῶς συνακολουθήσατε,
ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην,
καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον.
Ἅπαντες οὖν χαρμονικῶς,
τὸ χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν,
τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Πηγή: Μηναῖον Νοεμβρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου