«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 19 Νοεμβρίου 2021

Πῶς κτᾶταί τις τὴν ἀληθῆ πίστιν - Ἅγιος Πέτρος ὁ Δαμασκηνός

 



Οὐκέτι γὰρ ὁ τοιοῦτος ὅλως περί τινος φροντίδα ποιεῖ, γινώσκων, ὅτι ἵππος ἑτοιμάζεται εἰς πόλεμον, παρὰ δὲ Θεῷ ἡ σωτηρία αὐτοῦ, φησὶν ὁ Σολομών (Παρ. 21.31)

Καὶ διὰ ταύτης πάντων κατατολμᾷ, ὥς φησιν ὁ Ἅγιος Ἰσαάκ· κτῆσαι πίστιν ἐν σεαυτῷ, ἵνα καταπατήσῃς τοὺς ἐχθρούς σου

Οὐδὲ γὰρ ὡς αὐτεξούσιος διάγει, ἀλλ' ὡς κτῆνος ἀγόμενος τῷ θελήματι τοῦ Θεοῦ, ὥς φησιν ὁ Προφήτης· κτηνώδης ἐγενήθην παρὰ σοί, κἀγὼ διὰ παντὸς μετὰ σοῦ (Ψαλ. 72.22-23)

Βούλει με, φησίν, ἀναπαῦσαι διὰ τῆς σῆς γνώσεως, οὐκ ἀντιλέγω· θέλεις πάλιν, ταπεινώσεως χάριν, πειρασμοὺς παραχωρεῖν με ἔχειν, ὡσαύτως εἰμὶ μετὰ σοῦ· οὐκ ἔχω τι ποιῆσαι ὅλως ἀπ' ἐμαυτοῦ. 

Ἐκτός σου γὰρ οὐκ ἐγενόμην ἐκ μὴ ὄντος, οὐδὲ ζῆσαι ἢ σωθῆναι δύναμαι. Εἴ τι βούλει τὸ σὸν πλάσμα ποίησον.

Πιστεύω δέ, ὅτι ἀγαθὸς ὤν, ἀγαθά μοι οἰκονομῆσαι ἔχεις, κἂν πρὸς τὸ συμφέρον οὐ γινώσκω ταῦτα· ἀλλ' οὔτε ἄξιός εἰμι τοῦ γνῶναι, οὐδὲ αἰτοῦμαι τοῦ μαθεῖν, ἵνα ἄνεσιν ἔχω· ἴσως οὐ συμφέρει μοι. 

Οὐδὲ κουφισμὸν πολέμου τινὸς παρακαλέσαι τολμῶ, εἰ καὶ ἀσθενῶ καὶ ἐν πᾶσι καταπονοῦμαι, ὅτι οὐ γινώσκω ποῖον συμφέρει. 

Σὺ οἶδας πάντα, καὶ ὡς οἶδας ποίησον· μόνον μὴ ἀστοχήσω, εἴ τι κἂν γένηται· ἀλλὰ κἂν θέλω, κἂν μὴ θέλω, σῶσόν με. Καὶ τοῦτο, εἰ ἀρεστόν σοί ἐστιν. 

Ἐγὼ τοίνυν πρᾶγμα οὐκ ἔχω· ἐνώπιόν σού εἰμι, ὡς ἄψυχός τις· τὴν ψυχήν μου εἰς τὰς ἀχράντους σου χεῖρας παρατίθημι ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι.

 

Ἅγιος Πέτρος ὁ Δαμασκηνός 

 

Πηγή:  ellopos.net

 

Δεν υπάρχουν σχόλια: