Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τῶν Ἁγίων Μαρτύρων, Θύρσου, Λευκίου καὶ Καλλινίκου.
Στίχοι
Οὐ δένδρινόν σε, Θύρσε, θύρσον ὁ πρίων,
Πρὸ τῆς τελευτῆς εὗρεν, ὡς ῥᾷστα πρῖσαι.
Ὁ πνεῦμα λευκὸς Λεύκιος, τμηθεὶς ξίφει,
Τὸ σῶμα βάπτει φοινικοῦν ἐξ αἱμάτων.
Ὁ Καλλίνικος, ἐκκοπεὶς τὸν αὐχένα,
Ὑπῆρξε Καλλίνικος ἐκ τῶν πραγμάτων.
Πρῖσιν ἀλύξας, Θύρσε, θάνες δεκάτῃ γε τετάρτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Φιλήμονος, Ἀπολλωνίου, Ἀρριανοῦ καὶ τῶν σὺν αὐτοῖς .
Στίχοι
Ἔτερπεν αὐλοῖς πρὶν Φιλήμων τοὺς φίλους,
Τανῦν δὲ τμηθείς, τέρπεται τέρψιν ξένην.
Ἀπολλώνιον, υἱὸν Ὑψίστου θέσει,
Κτείνουσι υἱοὶ τῆς ἀπωλείας ξίφει.
Τὸν Ἀρριανὸν ἐργάται πονηρίας.
Ἔργον θαλάσσης δεικνύουσιν ἀφρόνως.
Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν τεσσάρων Προτικτόρων, τῶν συναθλησάντων τῷ Ἁγίῳ Ἀρριανῷ.
Στίχοι
Βάπτισμα πόντος τοῖς Προτίκτορσι ξένον,
Φοροῦσι σάκκους, ὡς στολὰς ἐμφωτίους.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερᾶς
ἀπειλῆς τοῦ σεισμοῦ, ἧς παρ' ἐλπίδα πᾶσαν ἐλυτρώσατο ἡμᾶς ὁ Φιλάνθρωπος
Κύριος.
Στίχοι
Ἔσεισας, ἀλλ' ἔστησας αὖθις γῆν Λόγε.
Τῆς σῆς γὰρ ὀργῆς οἶκτός ἐστι τὸ πλέον.
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Δεκεμβρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου