Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου.
Στίχοι
Ἐλευθέριος, ὡς ἀδουλόνους φύσει,
Σπάθας θεωρῶν, οὐκ ἐδουλοῦτο πλάνῃ.
Δῖον Ἐλευθέριον δεκάτῃ πέφνε φάσγανα πέμπτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀνθία, ἡ μήτηρ τοῦ Ἁγίου Ἐλευθερίου, περιχυθεῖσα τῷ τοῦ υἱοῦ νεκρῷ, ξίφει τελειοῦται.
Στίχοι
Δίδωσι μήτηρ νεκρικὸν κόσμον τέκνῳ,
Αὐτὴ ἑαυτὴν συγκεκομμένην σπάθαις.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Κορέμμων ὁ Ἔπαρχος, πιστεύσας τῷ Χριστῷ καὶ βαπτισθεὶς ξίφει τελειοῦται.
Στίχοι
Ἀθλήσεως οὐκ εἶχε Κορέμμων κόρον,
Ἕως ἐτμήθη τὸν αὐχένα τῷ ξίφει.
Τῇ αὐτῇ ἡμέρᾳ οἱ δύο Δήμιοι οἱ πιστεύσαντες τῷ Χριστῷ ξίφει τελειοῦνται.
Στίχοι
Θεὸν σε γνόντας Δημίους δύω Σῶτερ,
Ἄλλοι κατακτείνουσι δήμιοι ξίφει.
Τῇ αὐτῇ ἡμέρᾳ, Ἄθλησις τῆς Ἁγίας Ὁσιομάρτυρος Σωσσάνης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐλευθερίου τοῦ Κουβικουλαρίου (θαλαμηπόλου).
Στίχοι
Ἐλευθέριος οὐχ ὑπέπτηξε ξίφος.
Ἐλευθέριον γὰρ εἶχε νοῦν παντὸς φόβου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βάκχου τοῦ νέου.
Στίχοι
Μὴ δεύτερόν τις, μηδὲ Βάκχον τὸν νέον,
Ἐν τοῖς ἀθληταῖς ταττέτω διὰ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου τοῦ νέου, ἀσκήσαντος ἐν τοῖς χρόνοις τοῦ Πορφυρογεννήτου, ἐν τῷ ὄρει Λάτρου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Δεκεμβρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου