Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Δισμυρίων, τῶν ἐν Νικομηδείᾳ καέντων.
Στίχοι
Ὡς προσφοραὶ σοι Σῶτερ ἐξωπτημέναι,
Οἱ Δισμύριοι τοῦ νεὼ κεῖνται μέσον.
Ἀνέρας ὀγδοάτῃ κτάνεν εἰκάδι Δισμυρίους πῦρ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν ἀπὸ τῆς Συγκλήτου, ἔξω τῆς πυρᾶς ἀπολειφθέντων, καὶ τελειωθέντων.
Ὁ Ἅγιος Ἴνδης, ἐν τῇ θαλάσση βληθείς, τελειοῦται.
Στίχοι
Ἴνδην ἀκούω τοῦ βίου λαβεῖν πέρας,
Ἄκρον καταντήσαντα πρὸς βυθοῦ πέρας.
Οἱ ἅγιοι Γοργόνιος καὶ Πέτρος ἐν τῇ θαλάσσῃ τελειοῦνται.
Στίχοι
Πόντος καλύπτει Γοργόνιον καὶ Πέτρον,
Μνήμη δὲ τούτων οὐ καλύπτεται χρόνῳ.
Ὁ Ἅγιος Μάρτυς Ζήνων ξίφει τελειοῦται.
Στίχοι
Ζήνων κεφαλὴν τέμνεται διὰ ξίφους,
Μὴ προσκυνεῖν ἄγαλμα τοῦ Ζηνὸς θέλων.
Ὁ Ἅγιος Μάρτυς Μαρδόνιος πυρὶ τελειοῦται.
Στίχοι
Καὶ Μαρδόνιον Μαρτύρων ἔγνων ἕνα,
Στέργοντα Χριστόν, καὶ στέργοντα πῦρ φλέγον.
Ὁ Ἅγιος Δωρόθεος, ὁ Πρεπόσιτος, ξίφει τελειοῦται.
Στίχοι
ὁ Δωρόθεος, τὴν κεφαλήν μου, λέγει,
Δῶρον κομίζω τῷ Θεῷ τετμημένην.
Ὁ ἅγιος Θεόφιλος ὁ Διάκονος λιθοβοληθεὶς τελειοῦται.
Στίχοι
Ἀπόγραφε βληθέντα συχνοῖς τοῖς λίθοις,
Καὶ Θεόφιλον συλλόγῳ Θεοῦ φίλων.
Ὁ Ἅγιος Μυγδόνιος βόθρῳ ἐγχωσθείς, τελειοῦται.
Στίχοι
Κἂν χωννύηται Μυγδόνιος ἐν βόθρῳ
Ἐγνωσμένος τοῖς πᾶσι Μάρτυς τυγχάνει.
Ὁ Ἅγιος Γλυκέριος, ὁ Πρεσβύτερος, πυρὶ τελειοῦται.
Στίχοι
Ὁ Γλυκέριος, εἰς τὸ πῦρ βεβλημένος,
Ἔφη, Γλυκὺς μοι τῆς τελευτῆς ὁ τρόπος.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Δόμνα, ξίφει τμηθεῖσα, τῷ πυρὶ τελειοῦται.
Στίχοι
Ἕκτην συνάπτω ταῖς φρονίμοις Παρθένοις,
Τὴν ψευδόμωρον Δόμναν ἐκτετμημένην.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Πηγή:Μηναῖον Δεκεμβρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου