Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας, τῆς ἐν Θεσσαλονίκῃ.
Στίχοι
Εἰς δεξιὰν νύττουσι πλευρὰν κυρίως,
Πλευρὰς Ἀδὰμ κύημα τὴν Ἀνυσίαν.
Πλευρὰν Ἀνυσίης τριακοστῇ ἔγχος ἔνυξεν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοδώρας, τῆς ἀπὸ Καισαρείας.
Στίχοι
Ἀπῆρε δεσμοῦ σαρκὸς ἡ Θεοδώρα,
Οὗπερ λυθῆναι ζῶσα καὶ πρὶν ἠγάπα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Μάρτυρος Φιλεταίρου.
Στίχοι
Φιλέταιρος πέπονθεν ἀθλητῶν νόμῳ,
Κἂν οὐκ ἀπῆλθεν ὡς ἀθλητὴς ἐκ βίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ὅσιος Λέων ὁ Ἀρχιμανδρίτης, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ῥευστοῦ μεταστάς, Χριστέ, Λέων ἐκ βίου
Σκύμνον λέοντος ἐξ Ἰούδα σε βλέπει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Γεδεών.
Στίχοι
Ἐχθρὸν αἰσχύνας τον πάλαι τρώσαντά σε,
Χριστοῦ Γεδεὼν Ὁσιομάρτυς ὤφθης.
Τριακοστῇ Γεδεὼν χεῖρας ἠδέ πόδας χαλκῷ τάμον.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Mηναῖον Δεκεμβρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου