Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σάββα τοῦ Ἡγιασμένου.
Στίχοι
Ψυχὴν ὄπισθεν τοῦ Θεοῦ κολλῶν πάλαι,
Ἔμπροσθεν αὐτοῦ νῦν παρίσταται Σάββας.
Θεσπεσίοιο πόλου πέμπτῃ Σάββας ἐντὸς ἐσήχθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀναστασίου.
Στίχοι
Ἀναστάσιον τιμῶ ὡς σεβόμενον,
Τὴν ἀνάστασιν τοῦ Χριστοῦ καὶ Θεοῦ μου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Διογένης, λιθοβοληθείς, τελειοῦται.
Στίχοι
Χαίρων ὑπ' ἀνδρῶν ἐνδιδύσκεται πλάνων,
Χιτῶνα Μάρτυς λάϊνον Διογένης.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς, Ἀβέρκιος ξίφει τελειοῦται.
Στίχοι
Ἔπαθλον Ἀβέρκιε σοὶ τομῆς μέγα.
Οὐ γὰρ κότινος, οὐρανὸς δὲ τὸ στέφος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νόννος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Φυγόντα Νόννον ἀντικειμένου πέδην,
Πεδοῦσι νεκρὸν κείμενον ταῖς κειρίαις.
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νεκταρίου τοῦ ἐν τῷ κελλίῳ τοῦ Ἰάγαρι, κειμένῳ κατὰ τὰς Καρεὰς τοῦ Ἄθω, ἀσκήσαντος ἐν ἔτει 1470.
Ὁ Ὅσιος Φιλόθεος ὁ Καρεώτης, ὁ χρηματίσας πνευματικὸς Πατὴρ τοῦ ἀνωτέρω Νεκταρίου, ὁ καὶ προορατικοῦ χαρίσματος ἠξιωμένος, ἐν εἰρήνῃ τελειοῦται.
Οἱ
Ἅγιοι Ὅσιοι Μάρτυρες, οἱ ἐν τοῖς κελλίοις τοῦ Ἄθω κατοικοῦντες, οἱ τοὺς
Λατινόφρονας ἐλέγξαντες, τὸν Βασιλέα, φημί, Μιχαὴλ καὶ τὸν Πατριάρχην
Βέκκον, ὁ μὲν πρῶτος ἀγχόνῃ, οἱ δὲ λοιποὶ ξίφει τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Δεκεμβρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου