Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παταπίου.
Στίχοι
Φθαρτὸν λελοιπὼς Πατάπιε γῆς πὰτον,
Πατεῖς, ὅπου πατοῦσι πραέων πόδες.
Ὀγδοάτῃ Πατάπιε χλόης πέδον ἀμφεπάτησας.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σωσθένους,
Ἀπολλώ, Κηφᾶ, Τυχικοῦ, Ἐπαφροδίτου, Καίσαρος, καὶ Ὀνησιφόρου.
Στίχοι
Ἀποστόλους σήμερον ἑπτὰ γεραίρω,
Ὡς γενναίους κήρυκας τοῦ Θεοῦ Λόγου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σωφρονίου, Ἐπισκόπου Κύπρου.
Στίχοι
Πᾶν Σωφρόνιος σαρκικὸν σβέσας πάθος,
Καὶ σαρκὸς αὐτῆς ἐξαπέπτη πηλίνης.
Ταῖς αὐτῶν Ἁγίαις, πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Δεκεμβρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου