Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α' - Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Χαίροις
ἡ ἱερὰ κεφαλή,
τὸ καθαρὸν τῶν ἀρετῶν καταγώγιον,
ὁ θεῖος τῆς θειοτάτης, ἱερωσύνης κανών,
ὁ Ποιμὴν ὁ μέγας, ὁ φανότατος,
πυρσὸς ὁ τῆς νίκης, ἐπιφερόμενος ὄνομα,
ὁ δεομένοις, συμπαθῶς ἐπικλώμενος·
ὁ καμπτόμενος, ἀσθενῶν ταῖς δεήσεσι·
ῥύστης ὁ ἑτοιμότατος, φρουρὸς ὁ σωτήριος,
πᾶσι τοῖς πίστει τελοῦσι, τήν παναοίδιμον μνήμην σου.
Χριστὸν καταπέμψαι, Παμμακάριστε δυσώπει, τὸ μέγα ἔλεος.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Χαίροις
ὁ ἱερώτατος νοῦς,
τὸ τῆς Τριάδος καθαρὸν ἐνδιαίτημα,
ὁ στῦλος τῆς Ἐκκλησίας, ὁ τῶν πιστῶν στηριγμός,
καταπονουμένων ἡ βοήθεια,
ἀστήρ, ὁ ταῖς λάμψεσιν, εὐπροσδέκτων δεήσεων,
διασκεδάζων, πειρασμῶν τε καὶ θλίψεων,
σκότος πάντοτε, Ἱεράρχα Νικόλαε.
ὅρμος ὁ γαληνότατος, ἐν ᾧ καταφεύγοντες,
οἱ τρικυμίαις τοῦ βίου περιστατούμενοι σώζονται.
Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην..
Χαίροις
ὁ ζήλου θείου πλησθείς,
ἀπαγωγῆς τε πονηρὰς λυτρωσάμενος,
ἀδίκως μέλλοντας θνῄσκειν, ἐπιστασίᾳ φρικτῇ,
καὶ ταῖς δι' ὀνείρων προσφοιτήσεσι.
Πηγὴ ἡ πηγάζουσα, ἐν τοῖς Μύροις Νικόλαε,
μύρα πλουσίως, καὶ ψυχὰς καταρδεύουσα,
τὰ δυσώδη τε τῶν παθῶν ἀπελαύνουσα.
Μάχαιρα τὰ ζιζάνια, τῆς πλάνης ἐκτέμνουσα.
Πτύον λικμίζον Ἀρείου, τὰ ἀχυρώδη διδάγματα.
Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει,
τὸ μέγα ἔλεος.
Δοξαστικὸν Ἦχος πλ. β'
Ἄνθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ θεράπον,
λειτουργὲ Κυρίου, ἄνερ ἐπιθυμιῶν,
σκεῦος ἐκλογῆς, στῦλε καὶ ἑδραίωμα τῆς Ἐκκλησίας,
Βασιλείας κληρονόμε, μὴ παρασιωπήσῃς,
τοῦ βοᾶν ὑπὲρ ἡμῶν τὸν Κύριον.
Προεόρτιον Ἦχος πλ. β'
Ἀνύμφευτε Παρθένε, πόθεν ἥκεις;
τὶς ὁ τεκὼν σε; τὶς καὶ ἡ Μήτηρ σου;
πῶς τὸν Κτίστην φέρεις ἐν ἀγκάλαις;
πῶς οὐκ ἐφθάρης τὴν νηδύν,
μεγάλων παραδόξων ἐπὶ γῆς τελουμένων,
ὁρῶμεν Παναγία, καὶ προευτρεπίζομεν
ἐπάξιόν σοι χρέος, ἐκ τῆς γῆς τὸ Σπήλαιον,
καὶ οὐρανὸν αἰτοῦμεν, παρασχεῖν τὸν Ἀστέρα,
καὶ Μάγοι δὲ προέρχονται, ἀπὸ Ἀνατολῶν τῆς γῆς,
εἰς δυσμὰς θεάσασθαι, τὴν σωτηρίαν τῶν βροτῶν,
ὡς βρέφος γαλουχούμενον.
Πηγή: Μηναῖον Δεκεμβρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου