«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 9 Δεκεμβρίου 2021

Τῆς συλλήψεως τῆς Ἁγίας Ἄννης, τῆς Θεοπρομήτορος


 

 Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια
Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν
ΤΟ ΑΚΟΥΤΕ
 

Ἄννα, ἡ θεία χάρις ποτέ, 

προσευχομένη ὑπὲρ τέκνου ἐβόησε, 

τῷ πάντων Θεῷ καὶ Κτίστῃ· Ἀδωναῒ Σαβαώθ, 

τὸ τῆς ἀπαιδίας οἶδας ὄνειδος, 

αὐτὸς τὴν ὀδύνην μου, τῆς καρδίας διάλυσον, 

καὶ τοὺς τῆς μήτρας, καταρράκτας διάνοιξον, 

καὶ τὴν ἄκαρπον, καρποφόρον ἀνάδειξον, 

ὅπως τὸ γεννησόμενον, δοτὸν σοι προσάξωμεν, 

ἐπευλογοῦντες ὑμνοῦντες, καὶ ὁμοφρόνως δοξάζοντες, 

τὴν σὴν εὐσπλαγχνίαν, δι' ἦς δίδοται τῷ κόσμῳ, 

τὸ μέγα ἔλεος.


Στίχ. Ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
 

Πάλαι προσευχομένη πιστῶς, 

Ἄννα ἡ σώφρων, καὶ Θεῷ ἱκετεύουσα, 

Ἀγγέλου φωνῆς ἀκούει, προσβεβαιοῦντος αὐτῇ, 

τὴν τῶν αἰτουμένων θείαν ἔκβασιν, 

πρὸς ἥν ὁ ἀσώματος, ἐμφανῶς διελέγετο· 

Ἡ δέησίς σου, πρὸς τὸν Κύριον ἤγγισε, 

μὴ σκυθρώπαζε, τῶν δακρύων ἀπόστηθι· 

εὔκαρπος χρηματίσεις γάρ, ἐλαία βλαστάνουσα, 

κλάδον ὡραῖον Παρθένον, πάγκαλον ἄνθος ἀνθήσουσαν, 

Χριστὸν κατὰ σάρκα, παρεχόμενον τῷ κόσμῳ 

τὸ μέγα ἔλεος.
 

Στίχ. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου μου.
 

Ζεῦγος καρπογονεῖ τὸ σεπτόν, 

τὴν θείαν Δάμαλιν, ἐξ ἧς προελεύσεται, 

ὁ Μόσχος ἀρρήτῳ λόγῳ, ὁ σιτευτὸς ἀληθῶς, 

ὑπὲρ ὅλου κόσμου προθυόμενος· 

διὸ γεγηθότες, ἐξομολόγησιν ἄπαυστον, 

ἐν κατανύξει, τῷ Κυρίῳ προσάγουσι, 

καὶ τὴν σύμπασαν, ἐποφείλουσαν ἔχουσι. 

Τούτους οὖν μακαρίσωμεν, καὶ πίστει χορεύσωμεν, 

ἐν τῇ Συλλήψει ἐνθέως, τῆς ἐξ αὐτῶν τοῦ Θεοῦ ἡμῶν, 

Μητρὸς τικτομένης, δι' ἧς δίδοται πλουσίως, 

τὸ μέγα ἔλεος.
 

Δοξαστικὸν, Τῆς Ἁγίας Ἦχος β'
Σήμερον ἐκ ῥίζης τοῦ Δαυΐδ, 

βασιλικὴ πορφυρὶς ἐκβλαστήσασα, 

τοῦ Ἰεσσαὶ βλαστάνειν ἀπάρχεται,

 τὸ ἄνθος τὸ μυστικόν, 

ἐν ᾧ Χριστὸς ὁ Θεὸς ἡμῶν ἐξήνθησεν, 

ὁ σῴζων τὰς ψυχὰς ἡμῶν. 

 

Πηγή: Μηναῖον Δεκεμβρίου & glt.goarch.org

Δεν υπάρχουν σχόλια: