Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Συγκλήτου
σφαλλομένης παριδὼν τὰ συνέδρια,
Σεβαστιανὲ πανολβίαν, συναγείρεις συνέλευσιν,
Μαρτύρων ἀληθῶς πανευκλεῶν,
σὺν σοὶ καταβαλόντων τὸν ἐχθρόν,
μεθ’ ὧν θείας συναυλίας ἀξιωθείς,
φαιδρύνεις τοὺς βοῶντάς σοι·
δόξα τῷ δεδωκότι σοι ἰσχύν,
δόξα τῷ σὲ στεφανώσαντι,
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ,
πᾶσιν ἰάματα.
Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς
εὐσεβείας διαπρέπων τῷ ζήλῳ,
μαρτυρικὸν συνασπισμὸν συναγείρεις,
ὧν ἐν τῷ μέσῳ ἤστραψας ὡς ἄστρον φαεινόν·
ὅθεν καὶ τοῖς βέλεσιν, οἷς ἐτρώθης τὸ σῶμα,
τοῦ ἐχθροῦ κατέτρωσας, τὴν καρδίαν καιρίως,
Μεγαλομάρτυς Σεβαστιανέ·
ὅθεν Χριστός σε, ἐνθέως ἐδόξασε.
Μεγαλυνάριον.
Βούλημα
τὸ θεῖον ἀποπληρῶν,
βουλῆς ἀσεβούντων, ἀπεμάκρυνας σεαυτόν,
καὶ σὺν Ἀθλοφόροις, Χριστῷ προσῳκειώθης·
ὦ Σεβαστιανέ σε, ὅθεν δοξάζομεν.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου