«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 22 Δεκεμβρίου 2021

Τῆς Ἁγίας Ἀναστασίας τῆς Φαρμακολυτρίας

 


 

 Ἐξαποστειλάριον τῆς Ἁγίας. Ἦχος β'
Τοῖς μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Παρθενομάρτυς ἔνδοξε, ἀθλοφόρων τὸ κλέος,

Ἀναστασία πάνσοφε, δυσωποῦσα μὴ παύσῃ, 

τὸν ἐκ Παρθένου νῦν Κόρης, τῆς ἁγνῆς Θεοτόκου, 

τεχθῆναι προερχόμενον, ἐν Σπηλαίῳ καὶ φάτνῃ, 

ἁμαρτιῶν, δοῦναι λύσιν πᾶσι τοῖς ἐκτελοῦσι, 

τὴν παναγίαν μνήμην σου, καὶ τιμῶσί σε πόθῳ.
 

Ἐξαποστειλάριον Προεόρτιον
Ἦχος β'
Τοῖς μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἐκ Παρθένου Γέννησιν, τοῦ Χριστοῦ προκηρύττει, 

ἡ φωτοφόρος μνήμη σου, Μάρτυς Ἀναστασία, 

ἐν Βηθλεὲμ συγκαλοῦσα, Μάγους μὲν ἐκ Περσίδος, 

σὺν δώροις, τούς Ποιμένας δέ, μετ' Ἀγγέλων πρὸς ὕμνον· 

σὺ γὰρ σαυτήν, ὡς χρυσὸν καὶ λίβανον καὶ ὡς σμύρναν, 

προσῆξας τῷ Δεσπότῃ σου, ἐναθλοῦσα Θεόφρον. 

 

Πηγή:  glt.goarch.org/texts/Dec/Dec22.html

Δεν υπάρχουν σχόλια: