Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ
Ἁγίου.
Στιχηρὰ Προσόμοια Ἦχος α' Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῇ τοῦ Πνεύματος αἴγλῃ καταλαμπόμενος,
τὸ ζοφερὸν καθεῖλεν, ὁ σοφὸς Ἱεράρχης,
Ἀρείου τὸ ληρῶδες· ὅθεν ἁπλῶς,
δογματίσας Τριάδα πιστῶς,
ὑπὸ σοφῶν ἐδοξάσθη καὶ συνετῶν,
καὶ τὴν σύνοδον ἐκύρωσεν.
Ἦχος α'
Ταῖς οὐρανίαις ἀκτῖσι περιλαμπόμενος,
καὶ τῇ Χριστοῦ δυνάμει, τὰς ἰάσεις παρέχων,
ψυχῶν τε καὶ σωμάτων, τῶν πίστει καὶ νῦν,
ἐκτελούντων τὴν μνήμην σου,
θεομακάριστε Πάτερ θαυματουργέ,
μὴ ἐλλίπῃς ὑπερεύχεσθαι.
Ἦχος α'
Τοῦ ἀμπελῶνος ἐργάτης διὰ τῆς πράξεως,
τῶν ἐντολῶν ἐδείχθης, τοῦ Χριστοῦ θεοφόρε,
διὸ τῆς Βασιλείας, τῆς ἄνω λαβών,
μυστικῶς τὸ δηνάριον,
ἀδιαλείπτως προσεύχου ὑπὲρ ἡμῶν,
τῶν τιμώντων σε Σπυρίδων σοφέ.
Δοξαστικὸν Ἦχος δ'
Ὅσιε Πάτερ, Ἱεράρχα ἀοίδιμε,
ἀποστολικῆς διδασκαλίας γενόμενος ἔμπλεως,
καὶ τοῦ θείου Πνεύματος καταγώγιον,
δι' ἐναρέτου πολιτείας ἀναδειχθείς,
τῆς Ἐκκλησίας τοὺς λύκους, διὰ δογμάτων ἀπήλασας,
καὶ ὀρθόδοξον πίστιν σαφῶς τρανώσας,
στῦλος ἀναδείκνυσαι, καὶ εὐσεβείας πρόμαχος.
Ὅθεν καὶ θαυματουργῶν ἐν τοῖς πέρασιν,
ὄφιν εἰς χρυσοῦν μετέβαλες,
καὶ νεκρὰν πρὸς ἐρώτησιν ἤγειρας.
Ἀλλ' ὦ Πατέρων ἀξιάγαστε,
καὶ Διδασκάλων συνόμιλε,
τὸν Σωτῆρα πρέσβευε,
τοῦ σωθῆναι τὰς ψυχάς
ἡμῶν.
Θεοτοκίον Ἦχος δ'
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλατε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν,
τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Πηγή: Μηναῖον Δεκεμβρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου