«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 31 Δεκεμβρίου 2021

Ἐπὶ τῇ αἰσία λήξη τοῦ πολιτικοῦ ἔτους

 


 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὁ χρόνων ἐπέκεινα, καὶ τῶν αἰώνων Θεός, 

τὴν δέησιν πρόσδεξαι, τῇ συμπληρώσει Χριστέ, 

τοῦ ἔτους δεόμεθα, 

θείαν ἰσχύν δὲ δίδου, ἐν εἰρήνῃ τελέσαι, 

ἅμα καὶ εὐσεβείᾳ τὸ ἀρχόμενον ἔτος, 

πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.



Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Εἰς τὸ τέλος φθάσαντες, τοῦ χρόνου μόνε Οἰκτίρμον, 

τὴν σὴν ἀτελεύτητον, ὑμνοῦμεν χάριν ἀπαύστως· 

πάντας γὰρ, ἐκ πάσης βλάβης θᾶττον ἐρρύσω, 

δίδου δέ, καὶ τὰ ἐλέη σου δυσωποῦμεν, 

τῷ ἐνιαυτῷ τῷ νέῳ, 

τοῖς προσκυνοῦσι τὴν δυναστείαν σου.



Μεγαλυνάριον.
Τῇ τοῦ χρόνου λήξει Χριστὲ Σητήρ, 

διάρρηξον Λόγε, τῶν ἀμέτρων ἁμαρτιῶν, 

ἡμῶν τὸ δελτίον, καὶ χάριτος ἁγίας,

 ἡμῶν τὰς διανοίας πλήρωσον Κύριε.

 

Πηγή: synaxarion.gr 

Δεν υπάρχουν σχόλια: