Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου καὶ Καθηγητοῦ τῆς ἐρήμου.
Στίχοι
Κοινοῦ Θεοδόσιος Ἡγεμὼν βίου,
Κοινὴ Μονασταῖς ἐκβιώσας ζημία.
Ἑνδεκάτῃ ὀλοὸν βίοτον λίπε Κοινοβιάρχης.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῶν μυρίων Ἁγίων Ἀγγέλων. Τελεῖται δὲ ἐνδὸν τοῦ
Μαρτυρίου τῆς Ἁγίας Ἀναστασίας ἐν τοῖς Δομνίνου ἐμβόλοις, καὶ Μνήμη τοῦ
Ἁγίου Στεφάνου, τοῦ ἐν Πλακιδιναῖς, καὶ τοῦ Ἁγίου Θεοδώρου καὶ Ἀγαπίου
τοῦ Ἀρχιμανδρίτου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάϊρος αἰκιζόμενος τελειοῦται.
Στίχοι
Μάϊρος ἐκραύγαζεν, ὢν ἐν αἰκίαις.
Μὴ δειλιᾷς Μάϊρε, πλήττου καὶ στέφου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Βιτάλιος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Καὶ πνεῦμα δόντα Βιτάλιε Κυρίῳ,
Τὰ πνεύματα φρίττει σε τῆς πονηρίας.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Ἰανουαρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου