«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 27 Ιανουαρίου 2022

Τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου


 
 

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν
ΤΟ ΑΚΟΥΤΕ
Χαίρει ἡ Ἐκκλησία Χριστοῦ, 

ἐπὶ λυχνίας Ἱερὰς κατοπτεύουσα, 

τὸν λύχνον τὸν φωτοφόρον, ὃν καθελόντες ἐχθροί, 

τῆς σιγῆς μοδίῳ συγκατέκρυψαν. 

Τιμᾷ ἐπὶ ὄρους σε, τῶν ἀρετῶν Πάτερ Ὅσιε, 

πυρσὸν ὡς θεῖον, οἰκουμένης τὰ πέρατα, 

ὑπὲρ ἥλιον, ἀπαστράπτοντα θαύμασι. 

Σήμερον ἡ ἀδέκαστος, Θεοῦ κρίσις δείκνυσι, 

δικαιοσύνην ἐξ ὕψους, ὡς μεσημβρίαν ὑπέρφωτον, 

τὴν σὴν καὶ παρέχει, τοῖς ἐν κόσμῳ τὴν εἰρήνην, 

καὶ μέγα ἔλεος.
 

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Βρύει ὡς μυροθήκη τερπνή, 

τὰ τῶν θαυμάτων θεῖα ῥεῖθρα Χρυσόστομε, 

ἡ λάρναξ ἡ σὴ ἐν κόσμῳ, καὶ ἰαμάτων ῥοαῖς, 

τὰς ψυχὰς μυρίζει τῶν τιμώντων σε· 

Χριστοῦ τῶν χαρίτων γάρ, τοῖς ἀΰλοις ἀρώμασι, 

καταπλουτήσας, εὐωδίαν δεδώρησαι, 

τὴν ἀείζωον, τοῖς ἐν πίστει προστρέχουσιν· 

ὅθεν καταπολαύοντες, χαρίτων σῶν Πάνσοφε, 

καὶ τῶν ἀχράντων καὶ θείων, κατατρυφῶντες λειψάνων σου, 

πιστῶς ἐξαιτοῦμεν, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, 

τὸ μέγα ἔλεος.
 

Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.

 
Κόσμου ὁ σιτομέτρης πιστοί, 

ὁ ἐν τρυφῇ τῇ οὐρανίᾳ τοῦ Πνεύματος, 

καρδίας ἐκτρέφων πάντων, οὐκ ἐξ Αἰγύπτου χωρεῖ, 

Ἰωσὴφ δὲ νέος προδεικνύμενος, 

σεπτοῖς ἐν λειψάνοις, ἀπὸ Κομάνων μετάγεται,

δεινῶν τὴν ζάλην, καὶ τὸ πέλαγος σήμερον,

τὸ τῶν θλίψεων, διατέμνων ἐντεύξεσι. 

Τοῦτον οὖν μακαρίσωμεν, καὶ πίστει βοήσωμεν. 

Πάρεσο Μάκαρ ἐν μέσῳ, τῶν ἐκτελούντων τὴν μνήμην σου, 

αὐτοῖς σωτηρίαν, παρεχόμενος πλουσίως,

καὶ τὸ μέγα ἔλεος.
 

Δοξαστικὸν.Ἦχος πλ. β'
Ὅσιε τρισμάκαρ, Ἁγιώτατε Πάτερ, ὁ Ποιμὴν ὁ καλός, 

καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ Μαθητής, 

ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, 

αὐτὸς καὶ νῦν πανεύφημε, Ἰωάννη Χρυσόστομε, 

αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
 

Θεοτοκίον.Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, 

ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν· 

Πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἱεράρχου, 

καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. 

 

Πηγή: glt.goarch.org

Δεν υπάρχουν σχόλια: