«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 31 Ιανουαρίου 2022

Τῶν Ἁγίων Μαρτύρων Κύρου καὶ Ἰωάννου

 


 

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ᾿ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ᾿.  Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
 

Τὴν δυάδα τιμήσωμεν, τῶν Μαρτύρων ἐν ᾄσμασι, 

τῆς Τριάδος ἔχουσαν τὴν λαμπρότητα,

 τοὺς θεμελίους τῆς Πίστεως, τὰ ἄνθη τὰ πνέοντα, 

τὴν ὀσμὴν τὴν ἀληθῆ, τῆς Θεοῦ ἐπιγνώσεως, 

Κῦρον ἅπαντες, καὶ σὺν τούτῳ τὸν μέγαν Ἰωάννην, 

ὡς πρεσβεύοντας ἀπαύστως, ὑπὲρ ἡμῶν τὸν Φιλάνθρωπον. (Δίς)

 
Ἦχος δ᾿
Ἰατροὶ ἀνεδείχθητε, ἀσθενούντων Μακάριοι, 

καὶ φωστῆρες ἄδυτοι διὰ Πίστεως, 

ὁμολογίας συνήγοροι, Μαρτύρων συμμέτοχοι,

 τοὺς στεφάνους ἀληθῶς, τοὺς τῆς νίκης δεξάμενοι, 

Κῦρε ἔνδοξε, καὶ σοφὲ Ἰωάννη ἀσιγήτως, 

 δυσωπεῖτε τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν Παμμακάριστοι. 


Ἦχος δ᾿
Συγχορεύουσι σήμερον, αἱ Χριστοῦ καλλιπάρθενοι, 

τοῖς δυσὶ θεόφροσι θείοις Μάρτυσι, 

καὶ τῆς αὐτῶν ὡς μετέχουσαι, δόξης καὶ λαμπρότητος, 

τὸν κρατύναντα αὐτάς, σὺν αὐτοῖς μεγαλύνουσι, 

καὶ πρεσβεύουσιν, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, 

τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην αὐτῶν. 


Δοξαστικὸν. Ἦχος δ᾿.
Ἀξιεπαίνοις ᾄσμασι, πιστοὶ μεγαλύνωμεν, 

Κῦρον καὶ Ἰωάννην, τοὺς ἐν πνεύματι ὁμαίμονας, 

καὶ κατὰ σάρκα ἀδελφόφρονας, 

σὺν αὐτοῖς καὶ τὴν γενναίαν Ἀθανασίαν ἐγκωμιάζοντες,

 καὶ τὰ βλαστήματα αὐτῆς, Θεοδότην Εὐδοξίαν καὶ Θεοκτίστην, 

τὰς ἀθληφόρους καὶ καλλιπαρθένους, 

αἰτοῦντας Χριστόν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 


Θεοτοκίον.Ἦχος δ᾿..Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἀποκρύπτω ὁ τάλας τὰ δεινά μου, 

ὅτι πάντα κέκτημαι, ἅπερ μισεῖ ὁ Θεός, 

σάρκα μολύνας καὶ πνεῦμά μου, καὶ νοῦν ἐννοίαις, 

τοῖς ἀθεμίτοις ἔργοις καὶ λόγοις αἰσχροῖς, 

γλώσσῃ κατακρίνων τε τοὺς ἁμαρτάνοντας, 

αὐτὸς τὰ χείρω ἐργάζομαι, Θεογεννῆτορ, 

τούτων μοι δίδου πάντων διόρθωσιν, 

ἵνα ἐκνήψας τῆς κακίστης μου, συνηθείας 

προσπέσω καὶ κλαύσωμαι, ἃ δεινὰ εἰργασάμην, 

τῆς ζωῆς μου τὸ ὑπόλοιπον. 

 

Πηγή: glt.goarch.org

Δεν υπάρχουν σχόλια: