Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Αὐξεντίου τοῦ ἐν τῷ Βουνῷ.
Στίχοι
Ὁ Βουνός, ὡς Κάρμηλος, ἦν Αὐξεντίω,
Φανέντι τἄλλα πλὴν τελευτῆς Ἠλία.
Λεῖψε βίον δεκάτῃ Αὐξέντιος ἠδέ τετάρτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μάρωνος.
Στίχοι
Φύσει μαρανθεὶς σαρκίου, θάλλει Μάρων,
Μετεμφυτευθεὶς τῆς Ἐδὲμ τῷ χωρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀβραάμ.
Στίχοι
Πράξεις τὸ ταὐτὸν εὗρε κλήσεως πλέον,
Πρὸς τὸν σύνοικον Ἀβραὰμ Ἀβραάμης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσιομάρτυρος Δαμιανοῦ τοῦ ἐν Κισσάβῳ, ἀγχόνη καὶ πυρὶ τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Φεβρουαρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου