«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 18 Φεβρουαρίου 2022

Τὴν 18η Φεβρουαρίου τιμοῦμε καὶ γιορτάζουμε

 


Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

 
Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Λέοντος Πάπα Ῥώμης.
Στίχοι
Ψυχὴν ὁ θεῖος ἐξερεύγεται Λέων,
Καὶ δαιμόνων φάλαγξιν ἐμβάλλει φόβον.
Ὀγδοάτῃ δεκάτῃ τε Λέων ἠρεύξατο θυμόν.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Λέοντος καὶ Παρηγορίου, ἀθλησάντων ἐν Πατάροις τῆς Λυκίας.
Στίχοι
Παρηγόριος σάρκα δοὺς εἰς αἰκίας,
Ἔχει παρηγόρημα τὰ στέφη μέγα.
Ἕλκων ἄνωθεν ἰσχὺν ἐκ Θεοῦ Λέων,
Ἕξεις βιαίως ὡς λέων ἐκαρτέρει.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἀγαπητοῦ Ἐπισκόπου Σινάου, τοῦ ὁμολογητοῦ καὶ θαυματουργοῦ.
Στίχοι
Ὂν ἠγάπησας, Ἀγαπητέ, Δεσπότην,
Οὗτος καλεῖ σε πρὸς τόπους, οὓς ἠγάπας.


Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Πηγή: Μηναῖον Φεβρουαρίου &  glt.goarch.org

Δεν υπάρχουν σχόλια: