Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Σοφίᾳ
κοσμούμενος, παντοδαπεῖ εὐκλεῶς,
τοῖς λόγοις ἐκόσμησας, τὴν Ἐκκλησίαν Χριστοῦ,
Ἰσίδωρε Ὅσιε·
σὺ γὰρ δι’ ἐγκρατείας, σεαυτὸν ἐκκαθάρας,
πράξει καὶ θεωρίᾳ, διαλάμπεις ἐν κόσμῳ·
δι’ ὧν μυσταγωγούμεθα, Πάτερ τὰ κρείττονα.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐωσφόρον
ἄλλον σε ἡ Ἐκκλησία,
εὑραμένη ἔνδοξε, ταῖς τῶν σῶν λόγων ἀστραπαῖς,
λαμπρυνομένη κραυγάζει σοι·
χαίροις παμμάκαρ θεόφρον Ἰσίδωρε.
Μεγαλυνάριον.
Ἔρωτι
σοφίας διαπρεπής,
ἀποδεδειγμένος, καταλάμπεις πᾶσαν τὴν γῆν,
ἐκ τοῦ Πηλουσίου, τῶν λόγων τὰς ἀκτῖνας,
ὥσπερ πυρσὸς ἐκπέμπων, Πάτερ Ἰσίδωρε.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου