Ἀπολυτίκιον. Ἦχος γ’. Θείας Πίστεως.
Νόμον
ἔνθεον, ἐμμελετήσας,
τὴν οὐράνιον, γνῶσιν ἐκλάμπεις,
τῇ Ἐκκλησίᾳ Ἱεράρχα Μελέτιε·
τὴν γὰρ Τριάδα κηρύττων ὁμότιμον,
αἱρετικῶν διαλύεις τᾶς φάλαγγας.
Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος πλ. β’. Τὴν σωματικήν σου παρουσίαν.
Τὴν πνευματικήν σου παρρησίαν,
δεδοικὼς ὁ ἀποστάτης, φεύγει Μακεδόνιος·
τὴν πρεσβευτικὴν δὲ λειτουργίαν, ἐκπληροῦντές σου οἱ δοῦλοι,
πόθῳ σοι προστρέχομεν, τῶν Ἀγγέλων ἐφάμιλλε Μελέτιε,
ἡ πύρινος ῥομφαία Χριστοῦ τοῦ Θεοῦ ἡμῶν,
ἡ πάντας τοὺς ἀθέους κατασφάττουσα·
ἀνυμνοῦμέν σε τὸν φωστῆρα, τὸν φωτίσαντα τὰ πάντα.
Ἕτερον Κοντάκιον Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Ὀρθοδοξίας
τοῖς τρόποις κοσμούμενος,
τῆς Ἐκκλησίας προστάτης καὶ πρόβολος,
ἐδείχθης παμμάκαρ Μελέτιε,
καταπυρσεύων τὰ πέρατα δόγμασι,
λαμπτὴρ Ἐκκλησίας φαεινότατε.
Μεγαλυνάριον.
Μελέτῃ
δογμάτων πανευσεβῶν,
τῆς Ὀρθοδοξίας, ἀναβλύζεις τὸν γλυκασμόν,
καὶ τῆς ἀνομίας, ἐξαίρεις τὴν πικρίαν,
Μελέτιε παμμάκαρ, Τριάδος πρόμαχε.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου