Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐκ
γῆς ἀνατείλασα, ἡ τοῦ Προδρόμου Κεφαλή,
ἀκτῖνας ἀφίησι, τῆς ἀφθαρσίας πιστοῖς τῶν ἰάσεων·
ἄνωθεν συναθροίζει, τὴν πληθὺν τῶν Ἀγγέλων,
κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τὰ γένη,
ὁμόφωνον ἀναπέμψαι, δόξαν Χριστῷ τῷ Θεῷ.
Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Προφῆτα
Θεοῦ, καὶ Πρόδρομε τῆς χάριτος,
τὴν Κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον,
ἐκ τῆς γῆς εὑράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν,
καὶ γὰρ πάλιν ὡς πρότερον,
τῷ κόσμῳ κηρύττεις τὴν μετάνοιαν.
Μεγαλυνάριον.
Ὤσπερ
μυροθήκη πνευματική,
ἐκ γῆς ἀνεφάνη, σοῦ ἡ πάντιμος Κεφαλή,
Βαπτιστὰ Κυρίου, καὶ κόσμον κατευφραίνει,
τῆς ἡδυπνόου δόξης ταῖς διαδόσεσι.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου