«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 8 Φεβρουαρίου 2022

Τοῦ Ἁγίου Μάρτυρος Θεοδώρου τοῦ Στρατηλάτου

 

 

Κανών β', ᾨδὴ η', τοῦ Μάρτυρος. Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος 

τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, 

δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών. 

Τὸν Δημιουργὸν καὶ Λυτρωτήν, ἀνεβόα· 

οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, 

λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

Ὁ λυμεὼν Λικίνιος, ὁ λυσσώδης καὶ βέβηλος, 

ὅλον ἑαυτὸν ὁλοτελῶς τοῖς δαίμοσιν, 

ἐκδοὺς ὑποβάλλει σε, τιμωριῶν ποικίλων ποιναῖς, 

νῶτον καὶ τὸ στῆθος, τοῖς βουνεύροις συγκόπτων,

ἐν σφαίραις μολυβδίναις, τὸν αὐχένα συντρίβων, 

πλευρὰς ὄνυξι ξαίνων, καὶ φλέγων ταῖς λαμπάσιν.

 

Ὑπομονὴν ἀνένδοτον, καρτερίαν ἀνάλωτον, 

καὶ ὑπερφυῆ ἀνδρείαν ἐνδειξάμενος, 

ποικίλαις κολάσεσι, καὶ χαλεπαῖς στρεβλώσεσι, 

πάντων τῶν Μαρτύρων, ὑπερέβης τούς ἄθλους,

παθῶν Δεσποτικῶν δέ, τῷ σταυρῷ κοινωνήσας, 

καὶ πλέον ὑπομείνας, μειζόνως ἐδοξάσθης.


Σταυρῷ ταθεὶς Θεόδωρε, τὰ Χριστοῦ ὑστερήματα, 

ἐν σαρκὶ οἰκείᾳ ἐκπληροῖς τῶν θλίψεων·

οὐ χεῖρας καὶ πόδας γάρ, μόνον προσηλωθεὶς καρτερεῖς, 

ἀλλὰ καὶ περόνῃ, σιδηρᾶ διεπάρης, 

τὸ κρύφιόν σου μέλος, ἐκτμηθεὶς τοὺς διδύμους, 

καὶ βέλεσιν ὀμμάτων, ἐξορυχθεὶς τὰς κόρας.
 

Θεοτοκίον
Οὐρανομήκη κλίμακα, νοητὴν σε γινώσκομεν, 

δι' ἧς καταβάς, μετὰ σαρκὸς ὁ Ὕψιστος, 

ἀνθρώποις ὡμίλησε, καὶ ταπεινοὺς ἀνύψωσε,

πρὸς τὴν ὑψηλήν, τῶν οὐρανῶν πολιτείαν· 

ἐντεῦθεν ἀνωτέραν, οὐρανῶν καὶ Ἀγγέλων, 

καὶ πάντων ποιημάτων, τιμῶμέν σε Παρθένε. 

 

Πηγή:  glt.goarch.org

Δεν υπάρχουν σχόλια: