«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 9 Φεβρουαρίου 2022

Τοῦ Ἁγίου Μάρτυρος Νικηφόρου

 


 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀγάπῃ τοῦ Κτίσαντος, καταυγασθεὶς τὴν ψυχήν, 

τοῦ νόμου τῆς χάριτος, ἐκπληρωτὴς ἀκριβής, 

ἐμφρόνως γεγένησαι· 

ὅθεν καὶ τὸν πλησίον, ὡς σαυτὸν ἀγαπήσας, 

ἤθλησας Νικηφόρε, καὶ τὸν ὄφιν καθεῖλες· 

ἐντεῦθεν ἐν ὁμονοίᾳ, ἡμᾶς διατήρησον.



Κοντάκιον. Ἦχος α’. Χορὸς Ἀγγελικός.

Ἀγάπης τῷ δεσμῷ, συνδεθεὶς Νικηφόρε, 

διέλυσας τρανῶς, τὴν κακίαν τοῦ μίσους, 

καὶ ξίφει τὴν κάραν σου, ἐκτμηθεὶς ἐχρημάτισας, 

Μάρτυς ἔνθεος, τοῦ σαρκωθέντος Σωτῆρος· 

ὃν ἱκέτευε, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων, 

τὴν ἔνδοξον μνήμην σου.

 

 

Ἕτερον Κοντάκιον. Ἦχος γ’. Ἡ παρθένος σήμερον.
Πτερωθεῖς ἀοίδιμε, τῇ τοῦ Κυρίου ἀγάπῃ, 

καὶ τὸν τούτου ἔνδοξε, Σταυρὸν ἐπ’ ὤμων βαστάσας, 

ἤσχυνας τοῦ διαβόλου τὰς μεθοδείας,

 ἤθλησας μέχρι θανάτου καὶ ἀληθείας· 

διὰ τοῦτο ἀνεδείχθης, 

ὁπλίτης μύστης, Θεοῦ τῆς Χάριτος.



Μεγαλυνάριον.
Πλήρης ὢν ἀγάπης τῆς πρὸς Θεόν, 

ἠγάπησας μάκαρ, τὸν πλησίον ὡς σεαυτόν· 

ὅθεν καὶ ἀθλήσας, τοῦ μίσους τὸν ἐργάτην, 

καθεῖλες Νικηφόρε, Χριστῷ πειθόμενος.

 

Πηγή: synaxarion.gr

 

 

 

Δεν υπάρχουν σχόλια: